Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

50.3 διόπερ τὸν Βούτην μετὰ τῶν συνεγκαλουμένων Θρᾳκῶν ἐκπλεύσαντα καὶ διὰ τῶν Κυκλάδων νήσων κομιζόμενον κατασχεῖν τὴν Στρογγύλην νῆσον, καὶ ἐν ταύτῃ κατοικοῦντα λῄζεσθαι πολλοὺς τῶν παραπλεόντων. σπανίζοντας δὲ γυναικῶν περιπλέοντας ἁρπάζειν ἀπὸ τῆς χώρας γυναῖκας.
99.1 τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Δημόστρατος, ἐν Ῥώμῃ δʼ ὕπατοι τὴν ἀρχὴν παρειλήφεισαν Λεύκιος Λουκρήτιος καὶ Σερουίλιος. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν Στρούθαν στρατηγὸν κατέπεμψεν ἐπὶ θάλατταν μετὰ δυνάμεως Λακεδαιμονίοις πολεμήσοντα, Σπαρτιᾶται δὲ τὴν παρουσίαν αὐτοῦ πυθόμενοι Θίβρωνα στρατηγὸν εἰς τὴν Ἀσίαν ἐξέπεμψαν. ὃς κατελάβετο χωρίον Ἴονδα καὶ Κόρνισσον ὄρος ὑψηλόν, τῆς Ἐφέσου ἀπέχον σταδίους τετταράκοντα.
50.4 τῶν μὲν οὖν Κυκλάδων νήσων αἱ μὲν ὁλοσχερῶς ἔρημοι ὑπῆρχον, αἱ δʼ ὀλίγοις οἰκούμεναι· διόπερ πορρωτέρω πλευσάντων αὐτῶν, καὶ ἀπὸ μὲν τῆς Εὐβοίας ἀποκρουσθέντων, τῇ δὲ Θετταλίᾳ προσενεχθέντων, οἱ περὶ τὸν Βούτην ἀποβάντες ἐπὶ τὴν χώραν περιέτυχον ταῖς Διονύσου τροφοῖς περὶ τὸ καλούμενον Δρίος τῷ θεῷ ὀργιαζούσαις ἐν τῇ Φθιώτιδι Ἀχαΐᾳ.
36.2 οὗτος μὲν οὖν ὀκτακισχιλίους ἔχων στρατιώτας σὺν τοῖς κατὰ τὴν Ἀσίαν ἀθροισθεῖσιν ἐπῄει τὴν τοῦ βασιλέως χώραν φθείρων, Στρούθας δὲ σὺν ἵππῳ τε βαρβαρικῇ πολλῇ καὶ στρατιώταις ὁπλίταις μὲν πεντακισχιλίοις, ψιλοῖς δὲ πλείοσι δισμυρίων, οὐ μακρὰν τῶν Λακεδαιμονίων κατεστρατοπέδευσεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi