Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

113.3 ὧν τὸν μὲν Δάρδανον μεγαλεπίβολον γενόμενον, καὶ πρῶτον εἰς τὴν Ἀσίαν ἐπὶ σχεδίας διαπεραιωθέντα, τὸ μὲν πρῶτον κτίσαι Δάρδανον πόλιν καὶ τὸ βασίλειον τὸ περὶ τὴν ὕστερον κληθεῖσαν Τροίαν συστήσασθαι καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Δαρδάνους ὀνομάσαι. ἐπάρξαι δʼ αὐτόν φασι καὶ πολλῶν ἐθνῶν κατὰ τὴν Ἀσίαν, καὶ τοὺς ὑπὲρ Θρᾴκης Δαρδάνους κατοικίσαι.
96.5 καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι Φαλίσκον πόλιν ἐκ τοῦ Φαλίσκων ἔθνους ἐξεπόρθησαν.
113.4 τὸν δὲ Δία βουληθέντα καὶ τὸν ἕτερον τῶν υἱῶν τιμῆς τυχεῖν, παραδεῖξαι αὐτῷ τὴν τῶν μυστηρίων τελετήν, πάλαι μὲν οὖσαν ἐν τῷ νήσῳ, τότε δέ πως παραδοθεῖσαν, ὧν οὐ θέμις ἀκοῦσαι πλὴν τῶν μεμυημένων. δοκεῖ δʼ οὗτος πρῶτος ξένους μυῆσαι καὶ τὴν τελετὴν διὰ τοῦτο ἔνδοξον ποιῆσαι.
97.1 τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοτέλης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι τρεῖς, Μάρκος Φούριος, Γάιος Αἰμίλιος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων οἱ λακωνίζοντες τῶν Ῥοδίων ἐπαναστάντες τῷ δήμῳ τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας ἐξέβαλον ἐκ τῆς πόλεως.
113.5 μετὰ δὲ ταῦτα Κάδμον τὸν Ἀγήνορος κατὰ ζήτησιν τῆς Εὐρώπης ἀφικέσθαι πρὸς αὐτούς, καὶ τῆς τελετῆς μετασχόντα γῆμαι τὴν ἀδελφὴν τοῦ Ἰασίωνος Ἁρμονίαν, οὐ καθάπερ Ἕλληνες μυθολογοῦσι, τὴν Ἄρεος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi