Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

112.3 ἐσχήκασι δὲ παλαιὰν ἰδίαν διάλεκτον οἱ αὐτόχθονες, ἧς πολλὰ ἐν ταῖς θυσίαις μέχρι τοῦ νῦν τηρεῖται. οἱ δὲ Σαμόθρᾳκες ἱστοροῦσι πρὸ τῶν παρὰ τοῖς ἄλλοις γενομένων κατακλυσμῶν ἕτερον ἐκεῖ μέγαν γενέσθαι, τὸ μὲν πρῶτον τοῦ περὶ τὰς Κυανέας στόματος ῥαγέντος, μετὰ δὲ ταῦτα τοῦ Ἑλλησπόντου.
95.7 ὁ δʼ Ἄγυρις πρῶτον μὲν πάσῃ τῇ Διονυσίου δυνάμει σῖτον καὶ τἄλλα ὅσα ἦν χρεία προθύμως ἐδωρήσατο, καὶ πανδημεὶ τὴν δύναμιν ἐξαγαγὼν ἐστράτευσε μετὰ Διονυσίου καὶ κοινῇ πρὸς Καρχηδονίους διεπολέμει.
112.4 τὸ γὰρ ἐν τῷ Πόντῳ πέλαγος λίμνης ἔχον τάξιν μέχρι τοσούτου πεπληρῶσθαι διὰ τῶν εἰσρεόντων ποταμῶν, μέχρι ὅτου διὰ τὸ πλῆθος παρεκχυθὲν τὸ ῥεῦμα λάβρως ἐξέπεσεν εἰς τὸν Ἑλλήσποντον καὶ πολλὴν μὲν τῆς Ἀσίας τῆς παρὰ θάλατταν ἐπέκλυσεν, οὐκ ὀλίγην δὲ καὶ τῆς ἐπιπέδου γῆς ἐν τῇ Σαμοθρᾴκῃ θάλατταν ἐποίησε· καὶ διὰ τοῦτʼ ἐν τοῖς μεταγενεστέροις καιροῖς ἐνίους τῶν ἁλιέων ἀνεσπακέναι τοῖς δικτύοις λίθινα κιονόκρανα,
96.1 Μάγων δʼ ἐν πολεμίᾳ χώρᾳ στρατοπεδεύων, καὶ τῶν ἀναγκαίων ἐνδεὴς ἀεὶ μᾶλλον γινόμενος, οὐ μετρίως ἠλαττοῦτο· καὶ γὰρ οἱ περὶ τὸν Ἄγυριν τῆς χώρας ἔμπειροι καθεστῶτες ἐν ταῖς ἐνέδραις ἐπλεονέκτουν καὶ τὰς ἀγορὰς τῶν πολεμίων ἀφῃροῦντο.
112.5 ὡς καὶ πόλεων κατακεκλυσμένων. τοὺς δὲ περιληφθέντας προσαναδραμεῖν εἰς τοὺς ὑψηλοτέρους τῆς νήσου τόπους· τῆς δὲ θαλάττης ἀναβαινούσης ἀεὶ μᾶλλον, εὔξασθαι τοῖς θεοῖς τοὺς ἐγχωρίους, καὶ διασωθέντας κύκλῳ περὶ ὅλην τὴν νῆσον ὅρους θέσθαι τῆς σωτηρίας, καὶ βωμοὺς ἱδρύσασθαι, ἐφʼ ὧν μέχρι τοῦ νῦν θύειν· ὥστʼ εἶναι φανερὸν ὅτι πρὸ τοῦ κατακλυσμοῦ κατῴκουν τὴν Σαμοθρᾴκην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi