Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

105.2 ἡ μὲν γὰρ χώρα πολλαῖς κώμαις καὶ πόλεσιν ἀξιολόγοις κατοικεῖται, καὶ τούτων αἱ μὲν ἐπὶ χωμάτων ἀξιολόγων κεῖνται, αἱ δʼ ἐπὶ γεωλόφων ἢ πεδίων καθίδρυνται· ἔχουσι δʼ αὐτῶν αἱ μέγισται βασίλεια κατεσκευασμένα πολυτελῶς, πλῆθος οἰκητόρων ἔχοντα καὶ κτήσεις ἱκανάς.
88.1 οἱ δὲ Σικελοὶ παρὰ τῶν πατέρων ἐκ παλαιοῦ παρειληφότες ὅτι τὰ μέρη ταῦτα τῆς νήσου Σικελῶν κατεχόντων Ἕλληνες πρώτως καταπλεύσαντες ἔκτισαν μὲν Νάξον, ἐξέβαλον δʼ ἐκ τούτου τοῦ λόφου τοὺς τότε κατοικοῦντας Σικελούς· διὸ δὴ φάσκοντες πατρῴαν ἀνακτήσασθαι χώραν καὶ περὶ ὧν εἰς τοὺς ἑαυτῶν προγόνους ἐξήμαρτον Ἕλληνες ἀμύνασθαι δικαίως, ἐφιλοτιμοῦντο κατασχεῖν τὸν λόφον.
105.3 πᾶσα δʼ αὐτῶν ἡ χώρα γέμει θρεμμάτων παντοδαπῶν, καρποφοροῦσα καὶ νομὰς ἀφθόνους παρεχομένη τοῖς βοσκήμασι· ποταμοί τε πολλοὶ διαρρέοντες ἐν αὐτῇ πολλὴν ἀρδεύουσι χώραν, συνεργοῦντες πρὸς τελείαν αὔξησιν τῶν καρπῶν. διὸ καὶ τῆς Ἀραβίας ἡ πρωτεύουσα τῇ ἀρετῇ προσηγορίαν ἔλαβεν οἰκείαν, εὐδαίμων ὀνομασθεῖσα.
88.2 ὑπερβαλλούσης δὲ φιλονεικίας παρʼ ἀμφοτέροις οὔσης, ἔτυχον μὲν οὖσαι τροπαὶ χειμεριναί, καὶ διὰ τοὺς ἐπιγινομένους χειμῶνας ὁ περὶ τὴν ἀκρόπολιν τόπος πλήρης ἦν χιόνος. ἐνταῦθα δὴ Διονύσιος τοὺς Σικελοὺς διὰ τὴν ὀχυρότητα καὶ τὴν ὑπερβολὴν τοῦ τείχους ῥᾳθυμοῦντας περὶ τὴν κατὰ τὴν ἀκρόπολιν φυλακὴν εὑρών, ὥρμησε νυκτὸς ἀσελήνου καὶ χειμερίου πρὸς τοὺς ἀνωτάτω τόπους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi