Kitap 20
87.3
εὐθὺ δʼ ἐπὶ τὰς Μύλας ἐπελθόντες εἷλον τὴν πόλιν, καὶ τοὺς οἰκισθέντας ἐν αὐτῇ Ναξίους ὑποσπόνδους ἀφῆκαν. οὗτοι μὲν οὖν εἴς τε Σικελοὺς καὶ τὰς ἄλλας τὰς Ἑλληνίδας πόλεις ἀπελθόντες ἄλλοι κατʼ ἄλλους τόπους κατῴκησαν·
104.5
συνεβάλετο δʼ αὐτοῖς πρὸς τὴν τρυφὴν οὐκ ἐλάχιστον καὶ ἡ τῆς χώρας ἀρετή· πάμφορον γὰρ καὶ παντελῶς εὔγειον νεμόμενοι παντὸς καρποῦ πλῆθος ἀποθησαυρίζουσιν. καθόλου γὰρ ἡ Τυρρηνία παντελῶς εὔγειος οὖσα πεδίοις ἀναπεπταμένοις ἐγκάθηται καὶ βουνοειδέσιν ἀναστήμασι τόπων διείληπται γεωργησίμοις· ὑγρὰ δὲ μετρίως ἐστὶν οὐ μόνον κατὰ τὴν χειμερινὴν ὥραν, ἀλλὰ καὶ κατὰ τὸν τοῦ θέρους καιρόν.
25.4
ὁ δὲ Διονύσιος, τῶν περὶ τὸν πορθμὸν αὐτῷ τόπων κατεσκευασμένων φιλίων, διενοεῖτο μὲν ἐπὶ Ῥήγιον στρατιὰν ἄγειν, παρηνωχλεῖτο δʼ ὑπὸ τῶν τὸ Ταυρομένιον κατειληφότων Σικελῶν.
41.1
ἐπεὶ δὲ περὶ τῆς πρὸς ἑσπέραν κεκλιμένης χώρας καὶ τῆς πρὸς τὰς ἄρκτους νενευκυίας, ἔτι δὲ τῶν κατὰ τὸν ὠκεανὸν νήσων διεξήλθομεν, ἐν μέρει διέξιμεν περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων τῶν ἐν ὠκεανῷ τῆς Ἀραβίας τῆς πρὸς ἀνατολὴν κεκλιμένης καὶ προσοριζούσης τῇ καλουμένῃ Κεδρωσίᾳ.
25.5
διόπερ κρίνας συμφέρειν τούτοις ἐπιθέσθαι πρώτοις, ἐξήγαγεν ἐπʼ αὐτοὺς τὴν δύναμιν, καὶ στρατοπεδεύσας ἐκ τοῦ πρὸς τὴν Νάξον μέρους προσεκαρτέρει τῇ πολιορκίᾳ τὸν χειμῶνα, νομίζων τοὺς Σικελοὺς ἐκλείψειν τὸν λόφον διὰ τὸ μὴ πάλαι κατῳκηκέναι.