Kitap 20
87.1
κατὰ δὲ τὴν Σικελίαν Ῥηγῖνοι κατηγοροῦντες Διονυσίου ὅτι Μεσσήνην τειχίζων ἐπʼ αὐτοὺς κατασκευάζεται, πρῶτον μὲν τοὺς ὑπὸ Διονυσίου φυγαδευομένους καὶ τἀναντία πράττοντας ὑπεδέξαντο, μετὰ δὲ ταῦτα τῶν Ναξίων καὶ Καταναίων τοὺς ὑπολειπομένους εἰς Μύλας κατοικίσαντες, δύναμιν παρεσκευάζοντο καὶ στρατηγὸν Ἕλωριν ἐξέπεμψαν πολιορκήσοντα Μεσσήνην.
104.3
χώραν δὲ νεμόμενοι πάμφορον, καὶ ταύτην ἐξεργαζόμενοι, καρπῶν ἀφθονίαν ἔχουσιν οὐ μόνον πρὸς τὴν ἀρκοῦσαν διατροφήν, ἀλλὰ καὶ πρὸς ἀπόλαυσιν δαψιλῆ καὶ τρυφὴν ἀνήκουσαν. παρατίθενται γὰρ δὶς τῆς ἡμέρας τραπέζας πολυτελεῖς καὶ τἄλλα τὰ πρὸς τὴν ὑπερβάλλουσαν τρυφὴν οἰκεῖα, στρωμνὰς μὲν ἀνθεινὰς κατασκευάζοντες, ἐκπωμάτων δʼ ἀργυρῶν παντοδαπῶν πλῆθος καὶ τῶν διακονούντων οἰκετῶν οὐκ ὀλίγον ἀριθμὸν ἡτοιμακότες· καὶ τούτων οἱ μὲν εὐπρεπείᾳ διαφέροντές εἰσιν, οἱ δʼ ἐσθῆσι πολυτελεστέραις ἢ κατὰ δουλικὴν ἀξίαν κεκόσμηνται.
87.2
τούτου δὲ τὴν ἐπίθεσιν κατὰ τὴν ἀκρόπολιν ποιησαμένου παραβόλως, οἱ κατέχοντες τὴν πόλιν Μεσσήνιοι καὶ Διονυσίου μισθοφόροι συστραφέντες ἀπήντησαν. γενομένης δὲ μάχης ἐνίκων οἱ Μεσσήνιοι καὶ πλείους τῶν πεντακοσίων ἀπέκτειναν.
104.4
οἰκήσεις τε παντοδαπὰς ἰδιαζούσας ἔχουσι παρʼ αὐτοῖς οὐ μόνον οἱ θεράποντες, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ πλείους. καθόλου δὲ τὴν μὲν ἐκ παλαιῶν χρόνων παρʼ αὐτοῖς ζηλουμένην ἀλκὴν ἀποβεβλήκασιν, ἐν πότοις δὲ καὶ ῥᾳθυμίαις ἀνάνδροις βιοῦντες οὐκ ἀλόγως τὴν τῶν πατέρων δόξαν ἐν τοῖς πολέμοις ἀποβεβλήκασι.