Kitap 20
48.2
τῶν δὲ στρατιωτῶν ἀνοιξάντων προθύμως ὡς ἂν βασιλέως θυγατρί, φασὶ τοὺς Ἀργοναύτας εἰσπεσόντας ἐσπασμένοις τοῖς ξίφεσι πολλοὺς μὲν φονεῦσαι τῶν βαρβάρων, τοὺς δʼ ἄλλους διὰ τὸ παράδοξον καταπληξαμένους ἐκβαλεῖν ἐκ τοῦ τεμένους, καὶ τὸ δέρος ἀναλαβόντας πρὸς τὴν ναῦν ἐπείγεσθαι κατὰ σπουδήν.
48.3
παραπλησίως δὲ τούτοις καὶ τὴν Μήδειαν ἐν τῷ τεμένει τὸν μυθολογούμενον ἄυπνον δράκοντα περιεσπειραμένον τὸ δέρος τοῖς φαρμάκοις ἀποκτεῖναι, καὶ μετὰ Ἰάσονος τὴν ἐπὶ θάλατταν κατάβασιν ποιήσασθαι.
48.4
τῶν δὲ διαφυγόντων Ταύρων ἀπαγγειλάντων τῷ βασιλεῖ τὴν γενομένην ἐπίθεσιν, φασὶ τὸν Αἰήτην μετὰ τῶν περὶ αὐτὸν στρατιωτῶν διώξαντα τοὺς Ἕλληνας καταλαβεῖν πλησίον τῆς θαλάττης· ἐξ ἐφόδου δὲ συνάψαντα μάχην ἀνελεῖν ἕνα τῶν Ἀργοναυτῶν Ἴφιτον τὸν Εὐρυσθέως ἀδελφὸν τοῦ τοὺς ἄθλους Ἡρακλεῖ προστάξαντος, ἔπειτα τοῖς ἄλλοις τῷ πλήθει τῶν συναγωνιζομένων περιχυθέντα καὶ βιαιότερον ἐγκείμενον ὑπὸ Μελεάγρου φονευθῆναι.
29.5
ἔνθα δὴ πεσόντος τοῦ βασιλέως καὶ τῶν Ἑλλήνων ἐπαρθέντῶν, τραπῆναι πρὸς φυγὴν τοὺς Κόλχους, καὶ κατὰ τὸν διωγμὸν τοὺς πλείστους αὐτῶν ἀναιρεθῆναι. γενέσθαι δὲ καὶ τῶν ἀριστέων τραυματίαν Ἰάσονα καὶ Λαέρτην, ἔτι δʼ Ἀταλάντην καὶ τοὺς Θεσπιάδας προσαγορευομένους. τούτους μὲν οὖν φασιν ὑπὸ τῆς Μηδείας ἐν ὀλίγαις ἡμέραις ῥίζαις καὶ βοτάναις τισὶ θεραπευθῆναι, τοὺς δʼ Ἀργοναύτας ἐπισιτισαμένους ἐκπλεῦσαι, καὶ μέσον ἤδη τὸ Ποντικὸν πέλαγος ἔχοντας περιπεσεῖν χειμῶνι παντελῶς ἐπικινδύνῳ.