Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

73.3 ταχὺ δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης καὶ χεομένης ἐπὶ πολὺν τόπον ἐφλέγετο τὰ σκάφη, καὶ τῶν ἐμπόρων τε καὶ ναυκλήρων οὐδεὶς ἐδύνατο παραβοηθῆσαι διὰ τὸ πλῆθος τοῦ πυρός. ἐπιγενομένου δὲ μεγάλου πνεύματος ἐκ τῶν νενεωλκημένων σκαφῶν ἐφέρετο τὸ πῦρ ἐπὶ τὰς ὁρμούσας ὁλκάδας.
22.2 αὕτη δὲ πετρώδης οὖσα διαφυὰς ἔχει γεώδεις, ἐν αἷς τὸν πόρον κατεργαζόμενοι καὶ τήξαντες καθαίρουσιν. ἀποτυποῦντες δʼ εἰς ἀστραγάλων ῥυθμοὺς κομίζουσιν εἴς τινα νῆσον προκειμένην μὲν τῆς Βρεττανικῆς, ὀνομαζομένην δὲ Ἴκτιν· κατὰ γὰρ τὰς ἀμπώτεις ἀναξηραινομένου τοῦ μεταξὺ τόπου ταῖς ἁμάξαις εἰς ταύτην κομίζουσι δαψιλῆ τὸν καττίτερον.
5.4 τῶν δʼ ἀνδρῶν ἐκκολυμβώντων διὰ τὸν ἀπὸ τῆς πνιγὸς φόβον, καὶ τῶν ἀγκυρίων ἀποκαιομένων, διὰ τὸν κλύδωνα συνέκρουον αἱ ναῦς, καὶ τινὲς μὲν ὑπʼ ἀλλήλων συντριβόμεναι διεφθείροντο, τινὲς δὲ ὑπὸ τοῦ πνεύματος ὠθούμεναι, αἱ πλεῖσται δʼ ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο.
22.3 ἴδιον δέ τι συμβαίνει περὶ τὰς πλησίον νήσους τὰς μεταξὺ κειμένας τῆς τε Εὐρώπης καὶ τῆς Βρεττανικῆς· κατὰ μὲν γὰρ τὰς πλημυρίδας τοῦ μεταξὺ πόρου πληρουμένου νῆσοι φαίνονται, κατὰ δὲ τὰς ἀμπώτεις ἀπορρεούσης τῆς θαλάττης καὶ πολὺν τόπον ἀναξηραινούσης θεωροῦνται χερρόνησοι.
5.5 ἔνθα δὴ τῶν φορτηγῶν πλοίων ἀναφερομένης τῆς φλογὸς διὰ τῶν ἱστίων καὶ τὰς κεραίας καταφλεγούσης, τοῖς ἐκ τῆς πόλεως θεατρικὴν συνέβαινε γίνεσθαι τὴν θέαν καὶ τοῖς διʼ ἀσέβειαν κεραυνωθεῖσι φαίνεσθαι παραπλησίαν τὴν ἀπώλειαν τῶν βαρβάρων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi