Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

66.3 τοιγαροῦν ἐκεῖνος μὲν διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν πράξεων οὐ μόνον τῶν Συρακοσίων, ἀλλὰ καὶ τῶν Σικελιωτῶν ἑκουσίων παρέλαβε τὴν ἡγεμονίαν, ὁ δʼ ἐπʼ ὀλέθρῳ μὲν τῶν συμμάχων, ἐπὶ δουλείᾳ δὲ τῶν πολιτῶν στρατηγήσας, πῶς οὐκ ἂν δικαίως ὑπὸ πάντων μισοῖτο; οὐ γὰρ μόνον ἡγεμονίας ἀνάξιος, ἀλλὰ καὶ μυρίων θανάτων τυχεῖν δίκαιος.
13.5 τὰ δʼ ἀνδράποδα τὰ Κύρνια διαφέρειν δοκεῖ τῶν ἄλλων δούλων εἰς τὰς κατὰ τὸν βίον χρείας, φυσικῆς ταύτης τῆς ἰδιότητος παρακολουθούσης. ἡ δʼ ὅλη νῆσος εὐμεγέθης οὖσα πολλὴν τῆς χώρας ὀρεινὴν ἔχει, πεπυκασμένην δρυμοῖς συνεχέσι καὶ ποταμοῖς διαρρεομένην μικροῖς.
66.4 Γέλα καὶ Καμάρινα διὰ τοῦτον κατεστράφησαν, Μεσσήνη ἄρδην ἀνῄρηται, κατὰ ναυμαχίαν δισμύριοι τῶν συμμάχων ἀπολώλασι, τὸ σύνολον εἰς μίαν κατακεκλείσμεθα πόλιν, τῶν κατὰ Σικελίαν Ἑλληνίδων πασῶν ἀνῃρημένων. πρὸς γὰρ τοῖς ἄλλοις ἀδικήμασι Μάξον καὶ Κατάνην ἐξηνδραποδίσατο, πόλεις συμμαχίδας, ἐπικαίρους πόλεις, ἄρδην ἀνῄρηκεν.
14.1 οἱ δʼ ἐγχώριοι τροφαῖς μὲν χρῶνται γάλακτι καὶ μέλιτι καὶ κρέασι, δαψιλῶς πάντα ταῦτα παρεχομένης τῆς χώρας, τὰ δὲ πρὸς ἀλλήλους βιοῦσιν ἐπιεικῶς καὶ δικαίως παρὰ πάντας σχεδὸν τοὺς ἄλλους βαρβάρους· τά τε γὰρ κατὰ τὴν ὀρεινὴν ἐν τοῖς δένδρεσιν εὑρισκόμενα κηρία τῶν πρώτων εὑρισκόντων ἐστί, μηδενὸς ἀμφισβητοῦντος, τά τε πρόβατα σημείοις διειλημμένα, κἂν μηδεὶς φυλάττῃ, σώζεται τοῖς κεκτημένοις, ἔν τε ταῖς ἄλλαις ταῖς ἐν τῷ βίῳ κατὰ μέρος οἰκονομίαις θαυμαστῶς προτιμῶσι τὸ δικαιοπραγεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi