Kitap 20
82.4
ἀθροιζόμενοι δὲ διελάλουν, ὅτι περιορῶσιν αὑτοὺς δουλεύοντας Διονυσίῳ, καὶ ταῦτα καιρὸν ἔχοντες τῆς καταλύσεως αὐτοῦ· τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἦσαν ἀφωπλισμένοι, τότε δὲ διὰ τὸν πόλεμον τῶν ὅπλων ἦσαν κύριοι.
12.1
ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τὰς Αἰολίδας νήσους διήλθομεν, ἐν μέρει τὰς ἐκ θατέρου μέρους νήσους κειμένας ἀναγραφῆς ἀξιώσομεν. τῆς γὰρ Σικελίας ἐκ τοῦ κατὰ μεσημβρίαν μέρους νῆσοι τρεῖς πρόκεινται πελάγιαι, καὶ τούτων ἑκάστη πόλιν ἔχει καὶ λιμένας δυναμένους τοῖς χειμαζομένοις σκάφεσι παρέχεσθαι τὴν ἀσφάλειαν.
82.5
οὐ μὴν ἀλλὰ τοιούτων λόγων γινομένων Διονύσιος κατέπλευσε, καὶ συναγαγὼν ἐκκλησίαν ἐπῄνει τοὺς Συρακοσίους καὶ παρεκάλει θαρρεῖν, ἐπαγγελλόμενος ταχέως καταλύσειν τὸν πόλεμον. ἤδη δʼ αὐτοῦ μέλλοντος διαλύειν τὴν ἐκκλησίαν ἀναστὰς Θεόδωρος ὁ Συρακόσιος, ἐν τοῖς ἱππεῦσιν εὐδοκιμῶν καὶ δοκῶν εἶναι πρακτικός, ἀπετόλμησε περὶ τῆς ἐλευθερίας τοιούτοις χρήσασθαι λόγοις.
79.2
καὶ πρώτη μέν ἐστιν ἡ προσαγορευομένη Μελίτη, τῶν Συρακουσῶν ἀπέχουσα σταδίους ὡς ὀκτακοσίους, καὶ λιμένας μὲν ἔχει πολλοὺς καὶ διαφόρους ταῖς εὐχρηστίαις, τοὺς δὲ κατοικοῦντας ταῖς οὐσίαις εὐδαίμονας· τεχνίτας τε γὰρ ἔχει παντοδαποὺς ταῖς ἐργασίαις, κρατίστους δὲ τοὺς ὀθόνια ποιοῦντας τῇ τε λεπτότητι καὶ τῇ μαλακότητι διαπρεπῆ, τάς τε οἰκήσεις ἀξιολόγους καὶ κατεσκευασμένας φιλοτίμως γείσσοις καὶ κονιάμασι περιττότερον.