Kitap 20
διόπερ ἔδοξε πολλοῖς ὁ μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους εἶναι κύριος τῶν ἀνέμων εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρʼ αὐτοῦ τιμωρίαν, ὁ δὲ Ἥφαιστος ἐπὶ τῆς τελευτῆς, οἰκείως τῆς ἀσεβείας κολάσας τὸν τύραννον ἐν τῇ πατρίδι, συνωνύμως ἐπὶ θερμοῖς τοῖς ἄνθραξι κατακαύσας ζῶντα· τῆς γὰρ αὐτῆς προαιρέσεως ἦν καὶ δικαιοσύνης τὸ τῶν περὶ τὴν Αἴτνην σωζόντων τοὺς ἑαυτῶν γονεῖς ἀποσχέσθαι καὶ τὸ τοὺς ἀσεβοῦντας εἰς τὸ θεῖον διὰ τῆς ἰδίας δυνάμεως μετελθεῖν.
οὐ μὴν ἀλλʼ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτοῦ, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον· ἐφεῆς δὲ ῥητέον ἡμῖν τὰ πραχθέντα κατὰ τοὺς συνεχεῖς τῆς Ἰταλίας τόπους.
Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ· τῶν δʼ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα πόλεις ἐν ἡμέραις ταῖς πάσαις πεντήκοντα, ἀναγκάσας δὲ πᾶν τὸ ἔθνος ὑποτάττεσθαι Ῥωμαίοις ἐπανῆλθε καὶ θρίαμβον κατήγαγεν ἐπαινούμενον. ὁ δὲ δῆμος ὁ Ῥωμαίων πρός τε Μαρσοὺς καὶ Παλιγνούς, ἔτι δὲ Μαρρουκίνους, συμμαχίαν ἐποιήσατο.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λεώστρατος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Κορνήλιος καὶ Λεύκιος Γενούκιος. ἐπὶ δὲ τούτων Δημήτριος εἶχε πρόθεσιν πρὸς μὲν τοὺς περὶ Κάσανδρον διαπολεμεῖν, τοὺς δʼ Ἕλληνας ἐλευθεροῦν καὶ πρῶτον τὰ κατὰ τὴν Ἑλλάδα διοικεῖν, ἅμα μὲν νομίζων δόξαν οἴσειν αὐτῷ μεγάλην τὴν τῶν Ἑλλήνων αὐτονομίαν, ἅμα δὲ καὶ τοὺς περὶ Πρεπέλαον ἡγεμόνας τοῦ Κασάνδρου πρότερον συντρῖψαι καὶ τότε προσάγειν ἐπʼ αὐτὴν τὴν ἡγεμονίαν, ἢ ἐπʼ αὐτὸν πορεύοιτο τὸν Κάσανδρον.
τῆς δὲ τῶν Σικυωνίων πόλεως φρουρουμένης ὑπὸ τῶν Πτολεμαίου τοῦ βασιλέως στρατιωτῶν, ὧν ἦν ἐπιφανέστατος στρατηγὸς Φίλιππος, νυκτὸς ἐπιθέμενος ἀπροσδοκήτως παρεισέπεσεν ἐντὸς τοῦ τείχους. εἶτα οἱ μὲν φρουροὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Δημήτριος τῆς πόλεως κυριεύσας τὸν μεταξὺ τόπον τῶν οἰκιῶν καὶ τῆς ἄκρας κατεῖχε. μέλλοντος δʼ αὐτοῦ μηχανὰς προσάγειν καταπλαγέντες τὴν μὲν ἀκρόπολιν διʼ ὁμολογίας παρέδοσαν, αὐτοὶ δʼ ἀπέπλευσαν εἰς Αἴγυπτον. ὁ δὲ Δημήτριος τοὺς Σικυωνίους εἰς τὴν ἀκρόπολιν μετοικίσας τὸ μὲν τῷ λιμένι συνάπτον μέρος τῆς πόλεως κατέσκαψεν, ἀνοχύρου παντελῶς ὄντος τοῦ τόπου, τῷ δὲ πολιτικῷ πλήθει συνεπιλαβόμενος τῆς οἰκοδομίας καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσας τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς εὖ παθοῦσι·
Δημητριάδα μὲν γὰρ τὴν πόλιν ὠνόμασαν, θυσίας δὲ καὶ πανηγύρεις, ἔτι δʼ ἀγῶνας ἐψηφίσαντο συντελεῖν αὐτῷ κατʼ ἐνιαυτὸν καὶ τὰς ἄλλας ἀπονέμειν τιμὰς ὡς κτίστῃ. ἀλλὰ ταῦτα μὲν ὁ χρόνος διαληφθεὶς πραγμάτων μεταβολαῖς ἠκύρωσεν, οἱ δὲ Σικυώνιοι πολλῷ κρείττονα μεταλαβόντες τόπον διετέλεσαν ἐν αὐτῷ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἐνοικοῦντες.
ὁ γὰρ τῆς ἀκροπόλεως περίβολος ἐπίπεδος ὢν καὶ μέγας κρημνοῖς δυσπροσίτοις περιέχεται πανταχόθεν, ὥστε μηδαμῇ δύνασθαι μηχανὰς προσάγειν· ἔχει δὲ καὶ πλῆθος ὑδάτων, ἐξ οὗ κηπείας δαψιλεῖς κατεσκεύασαν, ὥστε τὴν ἐπίνοιαν τοῦ βασιλέως καὶ πρὸς ἀπόλαυσιν εἰρηνικὴν καὶ πρὸς ἀσφάλειαν πολέμου δόξαι καλῶς προεωρᾶσθαι.
ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός. τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων.
τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δʼ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος. εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν·
σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων. οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος.
καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δʼ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν.
μετὰ δὲ ταῦτʼ ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας στρατεύσας ἐκέλευσε τῷ τῆς φρουρᾶς ἀφηγουμένῳ Στρομβίχῳ παραδοῦναι τὴν πόλιν. οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις, ἀλλὰ καὶ πολλὰ λοιδοροῦντος ἀπὸ τοῦ τείχους βλασφήμως προσαγαγὼν μηχανὰς ὁ βασιλεὺς καὶ καταβαλὼν τὰ τείχη κατὰ κράτος εἷλε τὴν πόλιν.
τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις.
μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία. ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν. καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι πόλεμον ἔχοντες πρὸς Δευκανοὺς καὶ Ῥωμαίους ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Σπάρτην, αἰτούμενοι βοήθειαν καὶ στρατηγὸν Κλεώνυμον.
τῶν δὲ Δακεδαιμονίων προθύμως ἡγεμόνα δόντων τὸν αἰτούμενον καὶ τῶν Ταραντίνων χρήματα καὶ ναῦς ἀποστειλάντων ὁ μὲν Κλεώνυμος ἐπὶ Ταινάρῳ τῆς Λακωνικῆς ξενολογήσας στρατιώτας πεντακισχιλίους συντόμως κατέπλευσεν εἰς Τάραντα. ἐνταῦθα δὲ μισθοφόρους ἀθροίσας ἄλλους οὐκ ἐλάττους τῶν προτέρων κατέγραφε καὶ τοὺς πολιτικοὺς πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ δισχιλίους. προσελάβετο δὲ τῶν τε κατʼ Ἰταλίαν Ἑλλήνων τοὺς πλείστους καὶ τὸ τῶν Μεσσαπίων ἔθνος.
ἁδρᾶς οὖν δυνάμεως περὶ αὐτὸν οὔσης οἱ μὲν Λευκανοὶ καταπλαγέντες φιλίαν ἐποιήσαντο πρὸς τοὺς Ταραντίνους, τῶν δὲ Μεταποντίνων οὐ προσεχόντων αὐτῷ τοὺς Λευκανοὺς ἔπεισεν ἐμβαλεῖν εἰς τὴν χώραν καὶ τῷ καιρῷ συνεπιθέμενος κατεπλήξατο τοὺς Μεταποντίνους. παρελθὼν δʼ εἰς τὴν πόλιν ὡς φίλος ἐπράξατο μὲν ἀργυρίου τάλαντα πλείω τῶν ἑξακοσίων, διακοσίας δὲ παρθένους τὰς ἐπιφανεστάτας ἔλαβεν εἰς ὁμηρίαν, οὐχ οὕτω τῆς περὶ τὴν πίστιν ἀσφαλείας χάριν, ὡς τῆς ἰδίας ἕνεκεν λαγνείας.
ἀποθέμενος γὰρ τὴν Λακωνικὴν ἐσθῆτα διετέλει τρυφῶν καὶ τοὺς πιστεύσαντας αὐτῷ καταδουλούμενος· τηλικαύτας γὰρ ἔχων δυνάμεις καὶ χορηγίας οὐδὲν τῆς Σπάρτης ἄξιον ἔπραξεν. ἐπεβάλετο μὲν γὰρ ἐπὶ τὴν Σικελίαν στρατεύειν, ὡς τὴν τυραννίδα μὲν καταλύσων τὴν Ἀγαθοκλέους, τὴν δʼ αὐτονομίαν τοῖς Σικελιώταις ἀποκαταστήσων, ὑπερθέμενος δὲ ἐπὶ τοῦ παρόντος ταύτην τὴν στρατείαν ἔπλευσεν εἰς Κόρκυραν καὶ κρατήσας τῆς πόλεως χρημάτων τε πλῆθος εἰσεπράξατο καὶ φρουρὰν ἐγκατέστησε, διανοούμενος ὁρμητηρίῳ τούτῳ τῷ τόπῳ χρήσασθαι καὶ τοῖς περὶ τὴν Ἑλλάδα πράγμασιν ἐφεδρεύειν.
εὐθὺ δὲ καὶ πρεσβειῶν πρὸς αὐτὸν παραγενομένων παρά τε Δημητρίου τοῦ πολιορκητοῦ καὶ Κασάνδρου περὶ συμμαχίας τούτων μὲν οὐδετέρῳ προσέθετο, τοὺς δὲ Ταραντίνους καὶ τῶν ἄλλων τινὰς πυθόμενος ἀφεστηκέναι τῆς μὲν Κορκύρας τὴν ἱκανὴν φυλακὴν ἀπέλιπεν, μετὰ δὲ τῆς ἄλλης δυνάμεως ἔπλει κατὰ σπουδὴν ἐπὶ τὴν Ἰταλίαν, ὡς κολάσων τοὺς ἀπειθοῦντας. προσσχὼν δὲ τῇ χώρᾳ καθʼ ὃν τόπον ἐφύλασσον οἱ βάρβαροι, τὴν μὲν πόλιν ἑλὼν ἐξηνδραποδίσατο, τὴν δὲ χώραν ἐλεηλάτησεν.
ὁμοίως δὲ τὸ καλούμενον Τριόπιον ἐκπολιορκήσας εἰς τρισχιλίους ἔλαβεν αἰχμαλώτους. καθʼ ὃν δὴ χρόνον οἱ μὲν ἀπὸ τῆς χώρας βάρβαροι συνδραμόντες ἐπέθεντο νυκτὸς τῇ στρατοπεδείᾳ καὶ μάχης γενομένης ἀνεῖλον τῶν μετὰ Κλεωνύμου πλείους τῶν διακοσίων, ἐζώγρησαν δὲ περὶ χιλίους.
ἅμα δὲ τῷ κινδύνῳ τούτῳ χειμὼν ἐπιγενόμενος εἴκοσι τῶν νεῶν διέφθειρε πλησίον ὁρμουσῶν τῆς παρεμβολῆς. ὁ δὲ Κλεώνυμος δυσὶν ἐλαττώμασι τηλικούτοις περιπεσὼν ἀπέπλευσε μετὰ τῆς δυνάμεως εἰς τὴν Κόρκυραν.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Μάρκος Λίβιος καὶ Μάρκος Αἰμίλιος. ἐπὶ δὲ τούτων Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην καὶ πάντα τὸν πόλεμον ἐπὶ τὴν Μακεδονίαν συνιστάμενον περίφοβος ἦν ὑπὲρ τοῦ μέλλοντος.
διόπερ ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀντίγονον εἰς τὴν Ἀσίαν, ἀξιῶν διαλύσασθαι πρὸς αὐτόν. ἀποκριναμένου δʼ ἐκείνου διότι μίαν γινώσκει διάλυσιν, ἐὰν ὁ Κάσανδρος ἐπιτρέπῃ τὰ καθʼ αὑτόν, καταπλαγεὶς Λυσίμαχον ἐκ τῆς Θρᾴκης μετεπέμψατο πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν·
ἀεὶ γὰρ εἰώθει τοῦτον κατὰ τοὺς μεγίστους φόβους εἰς τὴν βοήθειαν προσλαμβάνεσθαι διά τε τὴν τἀνδρὸς ἀρετὴν καὶ διὰ τὸ τὴν βασιλείαν αὐτοῦ ὅμορον εἶναι τῇ Μακεδονίᾳ. συνεδρεύσαντες οὖν οἱ βασιλεῖς οὗτοι περὶ τοῦ κοινοῦ συμφέροντος ἐξέπεμψαν πρεσβευτὰς πρός τε Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα καὶ πρὸς Σέλευκον τὸν τῶν ἄνω σατραπειῶν κυριεύοντα, περί τε τῆς ὑπερηφανίας τῆς ἐν ταῖς ἀποκρίσεσιν ἐμφανίζοντες καὶ τὸν ἐκ τοῦ πολέμου κίνδυνον κοινὸν εἶναι πάντων διδάσκοντες.
τῆς γὰρ Μακεδονίας κρατήσαντα τὸν Ἀντίγονον εὐθὺς ἀφελεῖσθαι καὶ τῶν ἄλλων τὰς βασιλείας· δεδωκέναι γὰρ αὐτὸν πεῖραν πλεονάκις ὅτι πλεονέκτης ἐστὶ καὶ πᾶσαν ἀρχὴν ἀκοινώνητον ποιεῖ. συμφέρειν οὖν ἅπαντας συμφρονῆσαι καὶ κοινῇ πρὸς Ἀντίγονον ἐπανελέσθαι πόλεμον.
οἱ μὲν οὖν περὶ Πτολεμαῖον καὶ Σέλευκον δόξαντες ἀληθῆ λέγειν προθύμως ὑπήκουσαν καὶ συνετάξαντο πρὸς ἀλλήλους
βοηθεῖν ἁδραῖς δυνάμεσι· τοῖς δὲ περὶ Κάσανδρον ἔδοξε μὴ περιμένειν τὴν τῶν πολεμίων ἔφοδον, ἀλλὰ καὶ αὐτοὺς φθάσαντας ἐπιστρατεύειν καὶ προλαμβάνειν τὸ χρήσιμον. διόπερ ὁ Κάσανδρος Λυσιμάχῳ μὲν παρέδωκε μέρος τοῦ στρατοπέδου καὶ στρατηγὸν συνεξέπεμψεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς λοιπῆς δυνάμεως εἰς Θετταλίαν, διαπολεμήσων Δημητρίῳ καὶ τοῖς Ἕλλησι.
Λυσίμαχος δὲ μετὰ στρατοπέδου διαβὰς ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν Λαμψακηνοὺς μὲν καὶ Παριανοὺς ἑκουσίως προσθεμένους ἀφῆκεν ἐλευθέρους, Σίγειον δὲ ἐκπολιορκήσας φρουρὰν παρεισήγαγε. μετὰ δὲ ταῦτα Πρεπελάῳ μὲν τῷ στρατηγῷ δοὺς πεζοὺς ἑξακισχιλίους, ἱππεῖς δὲ χιλίους ἐξέπεμψε προσαξόμενον τὰς πόλεις τάς τε κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, αὐτὸς δὲ τὸ μὲν πρῶτον ἐπεχείρησε πολιορκεῖν τὴν Ἄβυδον καὶ βέλη καὶ μηχανὰς καὶ τἄλλα παρεσκευάζετο·
ἐπεὶ δὲ κατὰ θάλατταν ἦλθε τοῖς πολιορκουμένοις στρατιωτῶν πλῆθος παρὰ Δημητρίου τὸ δυνάμενον τὴν ἀσφάλειαν παρέχεσθαι τῇ πόλει, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὴν δʼ ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν προσαγαγόμενος καὶ Σύνναδα πόλιν ἔχουσαν ἀποσκευὰς μεγάλας βασιλικὰς ἐπολιόρκησεν.
ὅτε δὴ καὶ Δόκιμον τὸν Ἀντιγόνου στρατηγὸν πείσας κοινοπραγεῖν τά τε Σύνναδα παρέλαβε διὰ τούτου καὶ τῶν ὀχυρωμάτων ἔνια τῶν ἐχόντων τὰ βασιλικὰ χρήματα. ὁ δʼ ἐπὶ τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας πεμφθεὶς ὑπὸ Λυσιμάχου στρατηγὸς Πρεπέλαος Ἀδραμυττίου μὲν ἐκυρίευσεν ἐν παρόδῳ, τὴν δʼ Ἔφεσον πολιορκήσας καὶ καταπληξάμενος τοὺς ἔνδον παρέλαβε τὴν πόλιν. καὶ τοὺς μὲν ἐγκαταληφθέντας τῶν Ῥοδίων ἑκατὸν ὁμήρους ἀπέστειλεν εἰς τὴν πατρίδα, τοὺς δʼ Ἐφεσίους ὑποσπόνδους ἀφῆκε, τὰς δὲ ναῦς τὰς ἐν τῷ λιμένι πάσας ἐνέπρησε διὰ τὸ θαλασσοκρατεῖν τοὺς πολεμίους καὶ τὴν ὅλην κρίσιν τοῦ πολέμου ἄδηλον ὑπάρχειν.
μετὰ δὲ ταῦτα Τηίους μὲν καὶ Κολοφωνίους προσηγάγετο, Ἐρυθραίοις δὲ καὶ Κλαζομενίοις ἐλθούσης κατὰ θάλατταν βοηθείας τὰς μὲν πόλεις ἑλεῖν οὐκ ἠδυνήθη, τὴν δὲ χώραν αὐτῶν πορθήσας ἀνέζευξεν ἐπὶ Σάρδεις. ἐνταῦθα δὴ τὸν Ἀντιγόνου στρατηγὸν Φοίνικα καὶ Δόκιμον πείσας ἀποστῆναι τοῦ βασιλέως παρέλαβε τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην γὰρ φυλάττων Φίλιππος εἷς τῶν Ἀντιγόνου φίλων βεβαίαν ἐτήρει τὴν εὔνοιαν τὴν πρὸς τὸν πεπιστευκότα. τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
Ἀντίγονος δὲ προκεχειρισμένος ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει. ὡς δʼ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δʼ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων ταλάντων.
αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους. εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν.
χωρὶς δὲ τούτων τρισχίλια τάλαντα μετὰ τῆς δυνάμεως ἐκόμιζεν, ὅπως τοιαύτην ἔχῃ τὴν χορηγίαν, ὅταν αὐτῷ χρεία γένηται χρημάτων. ἔπειτα τὸν Ταῦρον ὑπερβαλὼν προῆγεν ἐπὶ Καππαδοκίας καὶ τοὺς ἀφεστηκότας περὶ τὴν ἄνω Φρυγίαν καὶ Λυκαονίαν ἐπιπορευόμενος πάλιν εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησεν.
καθʼ ὃν δὴ χρόνον οἱ περὶ τὸν Λυσίμαχον πυθόμενοι τὴν τῶν πολεμίων παρουσίαν συνήδρευον, βουλευόμενοι πῶς χρηστέον εἴη τοῖς ἐπιφερομένοις κινδύνοις.
ἔδοξεν οὖν αὐτοῖς εἰς μὲν μάχην μὴ συγκαταβαίνειν, ἕως ἂν οἱ περὶ Σέλευκον ἐκ τῶν ἄνω σατραπειῶν καταβῶσι, τόπους δὲ ὀχυροὺς καταλαβέσθαι καὶ χάρακι καὶ τάφρῳ τὴν στρατοπεδείαν ἀσφαλισαμένους ὑπομένειν τῶν πολεμίων τὴν ἔφοδον. οὗτοι μὲν οὖν τὸ δοχθὲν αὐτοῖς ἐπετέλουν κατὰ σπουδήν. ὁ δʼ Ἀντίγονος ἐπεὶ πλησίον ἐγένετο τῶν πολεμίων, ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο εἰς μάχην.
οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος αὐτὸς μὲν κατελάβετο τόπους τινάς, διʼ ὧν ἀναγκαῖον ἦν τὰς τροφὰς τοῖς ἐναντίοις παρακομίζεσθαι· οἱ δὲ περὶ τὸν Λυσίμαχον φοβηθέντες μήποτε τῆς ἀγορᾶς ἀποκοπείσης ὑποχείριοι γένωνται τοῖς πολεμίοις, νυκτὸς ἀνέζευξαν καὶ διατείναντες σταδίους τετρακοσίους κατεστρατοπέδευσαν περὶ Δορύλαιον·
εἶχε γὰρ τὸ χωρίον σίτου τε καὶ τῆς ἄλλης χορηγίας πλῆθος καὶ ποταμὸν παραρρέοντα δυνάμενον ἀσφάλειαν παρέχεσθαι τοῖς παρʼ αὐτὸν στρατοπεδεύουσι. βαλόμενοι δὲ στρατοπεδείαν ὠχύρωσαν τὴν παρεμβολὴν βαθείᾳ τάφρῳ καὶ τριπλῷ χάρακι.
Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν πολεμίων ἀποχώρησιν εὐθὺς ἐπεδίωκεν αὐτοὺς καὶ πλησίον γενόμενος τῆς παρεμβολῆς, ἐπεὶ πρὸς παράταξιν οὐ συγκατέβαινον, ἤρξατο περιταφρεύειν τὴν στρατοπεδείαν καὶ καταπέλτας καὶ βέλη μετεπέμψατο, βουλόμενος αὐτὴν πολιορκῆσαι. συντελουμένων δʼ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους ἐν πᾶσιν προετέρουν οἱ περὶ τὸν Ἀντίγονον.
ἔπειτα χρόνου γενομένου καὶ τῶν ἔργων ἤδη συντέλειαν λαμβανόντων, τῆς δὲ τροφῆς ὑπολιπούσης τοὺς πολιορκουμένους οἱ περὶ Λυσίμαχον, τηρήσαντες νύκτα χειμέριον, ἀναζεύξαντες ἐκ τῆς παρεμβολῆς διὰ τῶν ὑπερδεξίων τόπων ἀπεχώρησαν εἰς παραχειμασίαν. ὁ δʼ Ἀντίγονος ἡμέρας γενομένης ὡς εἶδε τὴν τῶν πολεμίων ἀπαλλαγήν, ἀντιπαρῆγεν αὐτὸς διὰ τῶν πεδίων.