Kitap 20
Δημήτριος δὲ τῶν τε μηχανῶν αὐτῷ τέλος ἐχουσῶν καὶ τοῦ πρὸς τὸ τεῖχος τόπου παντὸς ἀνακαθαρθέντος τὴν μὲν ἑλέπολιν μέσην ἔστησε, τὰς δὲ χωστρίδας χελώνας ἐπιδιεῖλεν, οὔσας εἰς ὀκτώ· κατέστησεν δʼ εἰς ἑκάτερον μέρος τῆς μηχανῆς τέτταρας καὶ τούτων ἑκάστῃ συνῆψεν στοὰν μίαν εἰς τὸ δύνασθαι μετʼ ἀσφαλείας ἐπιτελεῖν τὸ προσταττόμενον τοὺς εἰσιόντας τε καὶ πάλιν ἐξιόντας, κριοφόρους δὲ δύο πολλαπλασίας τοῖς μεγέθεσιν· εἶχε γὰρ ἑκατέραν πηχῶν ἑκατὸν εἴκοσι, σεσιδηρωμένην καὶ τὴν ἐμβολὴν ἔχουσαν παραπλησίαν νεὼς ἐμβόλῳ, καὶ προωθουμένην μὲν εὐκινήτως, ὑπότροχον δὲ καὶ τὴν ἐναγώνιον ἐνέργειαν λαμβάνουσαν δι’ ἀνδρῶν οὐκ ἐλαττόνων ἢ χιλίων.
μέλλων δὲ προσάγειν τὰς μηχανὰς τοῖς τείχεσι τοὺς μὲν πετροβόλους καὶ τοὺς ὀξυβελεῖς παρήνεγκε τῆς ἑλεπόλεως εἰς ἑκάστην στέγην τοὺς ἁρμόζοντας,
ἐπὶ δὲ τοὺς λιμένας καὶ τοὺς πλησίον τόπους ἀπέστειλε τὴν ναυτικὴν δύναμιν, πρὸς δὲ τὸ λοιπὸν τεῖχος τὸ δυνάμενον προσβολὰς δέξασθαι τὸ πεζὸν στρατόπεδον ἐπιδιεῖλεν.
ἔπειτα δὲ πρὸς ἓν παρακέλευσμα καὶ σημεῖον πάντων συναλαλαξάντων πανταχόθεν τῇ πόλει προσβολὰς ἐποιεῖτο. διασείοντος δʼ αὐτοῦ τοῖς κριοῖς καὶ τοῖς πετροβόλοις τὰ τείχη παρεγενήθησαν Κνιδίων πρέσβεις, ἀξιοῦντες ἐπισχεῖν καὶ πείσειν ἐπαγγελλόμενοι τοὺς Ῥοδίους δέχεσθαι τὰ δυνατώτατα τῶν προσταγμάτων.
ἀνέντος δὲ τοῦ βασιλέως καὶ τῶν πρέσβεων δεῦρο κἀκεῖσε πολλὰ διαλεχθέντων πέρας οὐ δυναμένων συμφωνῆσαι πάλιν ἐνηργεῖτο τὰ τῆς πολιορκίας. καὶ Δημήτριος μὲν κατέβαλε τὸν στερεώτατον τῶν πύργων, ᾠκοδομημένον ἐκ λίθων τετραπέδων, καὶ μεσοπύργιον ὅλον διέσεισεν, ὥστε μὴ δύνασθαι τοὺς ἐν τῇ πόλει πάροδον ἔχειν ἐπὶ τὰς ἐπάλξεις κατὰ τοῦτον τὸν τόπον.
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Πτολεμαῖος ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις πλοίων πλῆθος τῶν τὴν ἀγορὰν κομιζόντων, ἐν οἷς ἦσαν σίτου τριάκοντα μυριάδες ἀρταβῶν σὺν τοῖς ὀσπρίοις.
προσφερομένων δʼ αὐτῶν πρὸς τὴν πόλιν ἐπεχείρησε Δημήτριος ἀποστέλλειν σκάφη τὰ κατάξοντα πρὸς τὴν αὐτοῦ στρατοπεδείαν. φοροῦ δὲ πνεύματος αὐτοῖς ἐπιγενομένου ταῦτα μὲν πλήρεσι τοῖς ἱστίοις φερόμενα κατηνέχθη πρὸς τοὺς οἰκείους λιμένας, οἱ δʼ ὑπὸ Δημητρίου πεμφθέντες ἐπανῆλθον ἄπρακτοι.
ἔπεμψε δὲ τοῖς Ῥοδίοις καὶ Κάσανδρος κριθῶν μεδίμνους μυρίους καὶ Λυσίμαχος πυρῶν μεδίμνους τετρακισμυρίους καὶ κριθῶν τοὺς ἴσους. τηλικαύτης οὖν χορηγίας τοῖς κατὰ τὴν πόλιν γενομένης ἤδη κάμνοντες ταῖς ψυχαῖς οἱ πολιορκούμενοι πάλιν ἀνεθάρρησαν καὶ κρίναντες συμφέρειν ἐπιθέσθαι ταῖς μηχαναῖς τῶν πολεμίων πυρφόρων τε πλῆθος παρεσκευάσαντο καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἔστησαν ἅπαντας ἐπὶ τοῦ τείχους.
νυκτὸς δʼ ἐπιγενομένης περὶ δευτέραν φυλακὴν ἄφνω τοῖς μὲν πυρφόροις συνεχῶς τὴν ἑλέπολιν ἔβαλλον, τοῖς δʼ ἄλλοις βέλεσι παντοίοις χρώμενοι τοὺς ἐκεῖ συντρέχοντας κατετίτρωσκον.
οἱ δὲ περὶ τὸν Δημήτριον ἀνελπίστου τῆς ἐπιθέσεως γενομένης ἀγωνιάσαντες περὶ τῶν κατασκευασθέντων ἔργων συνέτρεχον ἐπὶ τὴν βοήθειαν.
ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης οἱ μὲν πυρφόροι διέλαμπον φερόμενοι βιαίως, οἱ δʼ ὀξυβελεῖς καὶ πετροβόλοι τὴν φορὰν ἀπροόρατον ἔχοντες πολλοὺς διέφθειρον τῶν μὴ δυναμένων συνιδεῖν τὴν ἐπιφερομένην πληγήν.
ἔτυχον δὲ καὶ τῶν ἀπὸ τῆς μηχανῆς λεπίδων τινὲς ἀποπεσοῦσαι, καταψιλωθέντος δὲ τοῦ τόπου προσέπιπτον οἱ πυρφόροι τῷ ξυλοφανεῖ τοῦ κατασκευάσματος. διόπερ ἀγωνιάσας ὁ Δημήτριος μήποτε τοῦ πυρὸς ἐπινεμηθέντος ἅπασαν συμβῇ τὴν μηχανὴν λυμανθῆναι, κατὰ τάχος ἐβοήθει καὶ τῷ παρασκευασθέντι ὕδατι ἐν ταῖς στεγαις ἐπειρᾶτο σβεννύναι τὴν ἐπιφερομένην φλόγα. τὸ δὲ τελευταῖον ἀθροίσας τῇ σάλπιγγι τοὺς τεταγμένους ἐπὶ τῆς κινήσεως τῶν ἔργων διὰ τούτων ἀπήγαγε τὰς μηχανὰς ἐκτὸς βέλους.
ἔπειτα γενομένης ἡμέρας προσέταξε τοῖς ὑπηρέταις ἀθροῖσαι τὰ βέλη τὰ πεσόντα παρὰ τῶν Ῥοδίων, ἐκ τούτων βουλόμενος συλλογίσασθαι τῶν ἐν τῇ πόλει τὴν παρασκευήν.
ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων ἠριθμήθησαν πυρφόροι μὲν τοῖς μεγέθεσι παντοῖοι πλείους τῶν ὀκτακοσίων, ὀξυβελεῖς δὲ οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων. τοσούτων δὲ βελῶν ἐνεχθέντων ἐν βραχεῖ χρόνῳ νυκτὸς ἐθαύμαζε τὴν χορηγίαν τῆς πόλεως καὶ τὴν ἐν τούτοις δαψίλειαν.
τότε μὲν οὖν ὁ Δημήτριος κατεσκεύασε τὰ πεπονηκότα τῶν ἔργων καὶ περί τε τὴν ταφὴν τῶν τελευτησάντων καὶ τὴν θεραπείαν τῶν τραυματιῶν ἐγίνετο.
καθʼ ὃν δὴ χρόνον οἱ κατὰ τὴν πόλιν ἄνεσιν λαβόντες τῆς ἀπὸ τῶν μηχανῶν βίας ᾠκοδόμησαν τρίτον τεῖχος μηνοειδές, περιλαμβάνοντες τῇ μὲν περιφερείᾳ πάντα τὸν κινδυνεύοντα τόπον τοῦ τείχους· οὐδὲν δʼ ἧττον καὶ τάφρῳ βαθείᾳ περιέλαβον τὸ πεπτωκὸς τοῦ τείχους, ὅπως μὴ δύνηται ῥᾳδίως ὁ βασιλεὺς ἐξ ἐφόδου μετὰ βάρους εἰσπεσεῖν εἰς τὴν πόλιν.
ἐξέπεμψαν δὲ καὶ ναῦς τῶν ἄριστα πλεουσῶν, Ἀμύνταν ἐπιστήσαντες ἡγεμόνα, ὃς ἐκπλεύσας πρὸς τὴν Περαίαν τῆς Ἀσίας ἐπεφάνη παραδόξως πειραταῖς τισιν ἀπεσταλμένοις ὑπὸ Δημητρίου. οὗτοι δʼ εἶχον ἄφρακτα τρία, κράτιστοι δοκοῦντες εἶναι τῶν τῷ βασιλεῖ συστρατευόντων. γενομένης δʼ ἐπʼ ὀλίγον χρόνον ναυμαχίας οἱ Ῥόδιοι βιασάμενοι τῶν νεῶν αὐτάνδρων ἐκυρίευσαν, ἐν οἷς ἦν καὶ Τιμοκλῆς ὁ ἀρχιπειρατής.
ἐπέπλευσαν δὲ καὶ τῶν ἐμπόρων τισὶ καὶ παρελόμενοι κέλητας οὐκ ὀλίγους γέμοντας σίτου τούτους τε καὶ τὰ τῶν πειρατῶν ἄφρακτα κατήγαγον εἰς τὴν Ῥόδον νυκτός, λαθόντες τοὺς πολεμίους.
ὁ δὲ Δημήτριος ἐπισκευάσας τὰ πεπονηκότα τῶν ἔργων προσέβαλλε τῷ τείχει τὰς μηχανὰς καὶ πᾶσι τοῖς βέλεσιν ἀφειδῶς χρώμενος τοὺς μὲν ἐπὶ ταῖς ἐπάλξεσιν ἐφεστῶτας ἀνεῖρξε, τοῖς δὲ κριοῖς τύπτων τὸ συνεχὲς τοῦ τόπου δύο μὲν μεσοπύργια κατέβαλε, περὶ δὲ τὸν πύργον τὸν ἀνὰ μέσον τούτων φιλοτιμουμένοις τοῖς ἐκ τῆς πόλεως ἰσχυροὶ καὶ συνεχεῖς ἐκ διαδοχῆς ἀγῶνες ἐγίνοντο, ὥστε καὶ τὸν στρατηγὸν αὐτῶν Ἀνανίαν ἐκθύμως ἀγωνισάμενον ἀναιρεθῆναι καὶ συχνοὺς τῶν ἄλλων στρατιωτῶν ἀποθανεῖν.
ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις σῖτον καὶ τὴν ἄλλην ἀγορὰν οὐκ ἐλάττονα τῆς πρότερον ἐκπεμφθείσης καὶ στρατιώτας χιλίους καὶ πεντακοσίους, ὧν ἦν ἡγεμὼν Ἀντίγονος ὁ Μακεδών.
καθʼ ὃν δὴ χρόνον ἧκον πρὸς τὸν Δημήτριον πρέσβεις παρά τε Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλληνίδων πόλεων, τὸν ἀριθμὸν μὲν ὄντες ὑπὲρ τοὺς πεντήκοντα, πάντες δὲ ἀξιοῦντες διαλύσασθαι τὸν βασιλέα πρὸς τοὺς Ῥοδίους.
γενομένων οὖν ἀνοχῶν καὶ πολλῶν καὶ παντοδαπῶν ῥηθέντων λόγων πρός τε τὸν δῆμον καὶ πρὸς τοὺς περὶ τὸν Δημήτριον οὐδαμῶς ἐδυνήθησαν συμφωνῆσαι· διόπερ οἱ πρέσβεις ἀπῆλθον ἄπρακτοι.
Δημήτριος δὲ διανοηθεὶς νυκτὸς ἐπιθέσθαι τῇ πόλει κατὰ τὸ πεπτωκὸς τοῦ τείχους ἐπέλεξε τῶν τε μαχίμων τοὺς κρατίστους καὶ τῶν ἄλλων τοὺς εὐθέτους εἰς χιλίους καὶ πεντακοσίους.
τούτους μὲν οὖν προσέταξεν ἡσυχῇ προσελθεῖν τῷ τείχει περὶ δευτέραν φυλακήν, αὐτὸς δὲ διασκευάσας παρήγγειλε τοῖς ἐφʼ ἑκάστῳ μέρει τεταγμένοις, ὅταν σημήνῃ, συναλαλάξαι καὶ προσβολὰς ποιεῖσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
πάντων δὲ τὸ παραγγελθὲν ποιούντων οἱ μὲν ἐπὶ τὰ πεπτωκότα τῶν τειχῶν ὁρμήσαντες τοὺς προφυλάττοντας ἐπὶ τῆς τάφρου κατασφάξαντες παρεισέπεσον εἰς τὴν πόλιν καὶ τοὺς περὶ τὸ θέατρον τόπους κατελαμβάνοντο·
οἱ δὲ τῶν Ῥοδίων πρυτάνεις πυθόμενοι τὸ συμβεβηκὸς καὶ τὴν πόλιν ὁρῶντες ἅπασαν τεθορυβημένην τοῖς μὲν ἐπὶ τοῦ λιμένος καὶ τῶν τειχῶν παρήγγειλαν μένειν ἐπὶ τῆς ἰδίας τάξεως καὶ τοὺς ἔξωθεν, ἂν προσβάλωσιν, ἀμύνασθαι, αὐτοὶ δʼ ἔχοντες τὸ τῶν ἐπιλέκτων σύστημα καὶ τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας προσφάτως καταπεπλευκότας στρατιώτας ὥρμησαν ἐπὶ τοὺς ἐντὸς τοῦ τείχους παρεισπεπτωκότας.
περικαταλαβούσης δʼ ἡμέρας καὶ τοῦ Δημητρίου τὸ σύσσημον ἄραντος οἱ μὲν τῷ λιμένι προσβαλόντες καὶ τὸ τεῖχος πάντοθεν περιεστρατοπεδευκότες συνηλάλαξαν, εὐθαρσεῖς ποιοῦντες τοὺς κατειληφότας μέρος τοῦ περὶ τὸ θέατρον τόπου, ὁ δὲ κατὰ τὴν πόλιν ὄχλος παίδων καὶ γυναικῶν ἐν φόβοις ἦν καὶ δάκρυσιν, ὡς τῆς πατρίδος κατὰ κράτος ἁλισκομένης.
οὐ μὴν ἀλλὰ τοῖς παρεισπεσοῦσιν ἐντὸς τοῦ τείχους γενομένης μάχης πρὸς τοὺς Ῥοδίους καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τὸ μὲν πρῶτον οὐδέτεροι τῆς ἰδίας τάξεως ἐξεχώρουν, μετὰ δὲ ταῦτα τῶν μὲν Ῥοδίων ἀεὶ πλειόνων γινομένων καὶ τὸν κίνδυνον ἑτοίμως ὑπομενόντων, ὡς ἂν ὑπὲρ πατρίδος καὶ τῶν μεγίστων ἀγωνιζομένων, τῶν δὲ τοῦ βασιλέως θλιβομένων Ἄλκιμος μὲν καὶ Μαντίας οἱ τὴν ἡγεμονίαν ἔχοντες πολλοῖς περιπεσόντες τραύμασιν ἐτελεύτησαν, τῶν δʼ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἥλωσαν, ὀλίγοι δὲ πρὸς τὸν βασιλέα φυγόντες διεσώθησαν. πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ πρύτανις Δαμοτέλης ἐπʼ ἀρετῇ γενόμενος περίβλεπτος.
Δημήτριος δὲ τὴν τῆς πόλεως ἅλωσιν ὑπολαβὼν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν τύχην ἀφῃρῆσθαι πάλιν παρεσκευάζετο πρὸς τὴν πολιορκίαν. εἶτα τοῦ πατρὸς αὐτῷ γράψαντος διαλύσασθαι πρὸς Ῥοδίους ὡς ἄν ποτε δύνηται, τὸν κάλλιστον ἐπετήρει καιρόν, δώσοντα προφάσεις εὐλόγους τῆς συνθέσεως.
Πτολεμαίου δὲ γράψαντος τοῖς Ῥοδίοις τὸ μὲν πρῶτον ὅτι πέμψει σίτου πλῆθος αὐτοῖς καὶ στρατιώτας τρισχιλίους, μετὰ δὲ ταῦτα συμβουλεύοντος, ἐὰν ᾖ δυνατόν, μετρίως διαλύσασθαι πρὸς Ἀντίγονον, ἅπαντες ἔρεπον πρὸς τὴν εἰρήνην.
καθʼ ὃν δὴ χρόνον τοῦ κοινοῦ τῶν Αἰτωλῶν ἀποστείλαντος πρεσβευτὰς περὶ διαλύσεων οἱ Ῥόδιοι συνέθεντο πρὸς Δημήτριον ἐπὶ τοῖσδε, αὐτόνομον καὶ ἀφρούρητον εἶναι τὴν πόλιν καὶ ἔχειν τὰς ἰδίας προσόδους, συμμαχεῖν δὲ Ῥοδίους Ἀντιγόνῳ πλὴν ἐὰν ἐπὶ Πτολεμαῖον στρατεύηται, καὶ δοῦναι τῶν πολιτῶν ὁμήρους ἑκατὸν οὓς ἂν ἀπογράψηται Δημήτριος πλὴν τῶν ἀρχὰς ἐχόντων.
οἱ μὲν οὖν Ῥόδιοι πολιορκηθέντες ἐνιαύσιον χρόνον τούτῳ τῷ τρόπῳ κατελύσαντο τὸν πόλεμον. τοὺς δʼ ἐν τοῖς κινδύνοις ἄνδρας ἀγαθοὺς γενομένους ἐτίμησαν ταῖς ἀξίαις δωρεαῖς καὶ τῶν δούλων τοὺς ἀνδραγαθήσαντας ἐλευθερίας καὶ πολιτείας ἠξίωσαν.
ἔστησαν δὲ καὶ τῶν βασιλέων εἰκόνας Κασάνδρου καὶ Λυσιμάχου καὶ τῶν δευτερευόντων μὲν ταῖς δόξαις, συμβεβλημένων δὲ μεγάλα πρὸς τὴν τῆς πόλεως σωτηρίαν.
τὸν δὲ Πτολεμαῖον ἐν ἀνταποδόσει μείζονος χάριτος ὑπερβάλλεσθαι βουλόμενοι θεωροὺς ἀπέστειλαν εἰς Λιβύην τοὺς ἐπερωτήσοντας τὸ παρʼ Ἄμμωνι μαντεῖον εἰ συμβουλεύει Ῥοδίοις Πτολεμαῖον ὡς θεὸν τιμῆσαι.
συγκατατιθεμένου δὲ τοῦ χρηστηρίου τέμενος ἀνῆκαν ἐν τῇ πόλει τετράγωνον, οἰκοδομήσαντες παρʼ ἑκάστην πλευρὰν στοὰν σταδιαίαν, ὃ προσηγόρευσαν Πτολεμαῖον. ἀνῳκοδόμησαν δὲ καὶ τὸ θέατρον καὶ τὰ πεπτωκότα τῶν τειχῶν καὶ τῶν ἄλλων τόπων τοὺς καθῃρημένους πολλῷ κάλλιον ἢ προϋπῆρχον.
Δημήτριος δὲ κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς διαλυσάμενος πρὸς Ῥοδίους ἐξέπλευσε μετὰ πάσης τῆς δυνάμεως καὶ κομισθεὶς διὰ νήσων κατέπλευσε τῆς Βοιωτίας εἰς Αὖλιν.
σπεύδων δʼ ἐλευθερῶσαι τοὺς Ἕλληνας ʽοἱ γὰρ περὶ Κάσανδρον καὶ Πολυπέρχοντα τὸν ἔμπροσθεν χρόνον ἄδειαν ἐσχηκότες ἐπόρθουν τὰ πλεῖστα μέρη τῆς Ἑλλάδοσʼ πρῶτον μὲν τὴν Χαλκιδέων πόλιν ἠλευθέρωσε, φρουρουμένην ὑπὸ Βοιωτῶν, καὶ τοὺς κατὰ τὴν Βοιωτίαν καταπληξάμενος ἠνάγκασεν ἀποστῆναι τῆς Κασάνδρου φιλίας, μετὰ δὲ ταῦτα πρὸς μὲν Αἰτωλοὺς συμμαχίαν ἐποιήσατο, πρὸς δὲ τοὺς περὶ Πολυπέρχοντα καὶ Κάσανδρον διαπολεμεῖν παρεσκευάζετο.
ἅμα δὲ τούτοις πραττομένοις Εὔμηλος μὲν ὁ Βοσπόρου βασιλεὺς βασιλεύων ἕκτον ἔτος ἐτελεύτησε, τὴν δὲ βασιλείαν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἦρξεν ἔτη εἴκοσιν.
ἡμεῖς δὲ τὰ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν διευκρινηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ θάτερα μέρη τῆς οἰκουμένης. κατὰ μὲν γὰρ τὴν Σικελίαν Ἀγαθοκλῆς, εἰρήνην ἀγόντων τῶν Λιπαραίων, ἐπιπλεύσας αὐτοῖς ἀπροσδοκήτως εἰσεπράξατο τοὺς μηδʼ ὁτιοῦν προαδικήσαντας ἀργυρίου τάλαντα πεντήκοντα.
ὅτε δὴ πολλοῖς ἔδοξε θεῖον εἶναι τὸ ῥηθησόμενον, τῆς παρανομίας τυχούσης ἐπισημασίας παρὰ τοῦ δαιμονίου. ἀξιούντων γὰρ τῶν Λιπαραίων εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον καὶ λεγόντων μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι, ὁ Ἀγαθοκλῆς βιασάμενος αὐτοὺς δοῦναι τὰ κατὰ τὸ πρυτανεῖον, ὧν εἶχον ἐπιγραφὴν τὰ μὲν Αἰόλου, τὰ δʼ Ἡφαίστου, λαβὼν παραχρῆμα ἐξέπλευσεν. πνεύματος δʼ ἐπιγενομένου τῶν νεῶν ἕνδεκα συνετρίβησαν αἱ τὰ χρήματα κομίζουσαι.