Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

5.2 οὐκ ἄξιον δὲ παραλιπεῖν τῆς θεοῦ ταύτης τὴν ὑπερβολὴν τῆς εἰς τοὺς ἀνθρώπους εὐεργεσίας· χωρὶς γὰρ τῆς εὑρέσεως τοῦ σίτου τήν τε κατεργασίαν αὐτοῦ τοὺς ἀνθρώπους ἐδίδαξε καὶ νόμους εἰσηγήσατο καθʼ οὓς δικαιοπραγεῖν εἰθίσθησαν, διʼ ἣν αἰτίαν φασὶν αὐτὴν θεσμοφόρον ἐπονομασθῆναι.
59.5 Διονύσιος γὰρ τὸν μὲν πλοῦν εἰδὼς τῷ Μάγωνι βραχὺν ὄντα, τὴν δὲ πορείαν τοῖς πεζοῖς ἐργώδη καὶ μακράν, ἔσπευδεν ἐπὶ τῆς Κατάνης,βουλόμενος ναυμαχῆσαι πρὸς Μάγωνα, πρὶν ἐλθεῖν τοὺς περὶ τὸν Ἰμίλκωνα.
74.3 τούτων δὲ τῶν εὑρημάτων οὐκ ἄν τις ἑτέραν εὐεργεσίαν εὕροι μείζονα· καὶ γὰρ τὸ ζῆν καὶ τὸ καλῶς ζῆν περιέχουσι. περὶ μὲν οὖν τῶν μυθολογουμένων παρὰ τοῖς Σικελιώταις ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
59.6 ἤλπιζε γὰρ τῶν πεζῶν ἐκτεταγμένων παρὰ τὸν αἰγιαλὸν τοῖς μὲν ἰδίοις θάρσος παρέξεσθαι, τοὺς δὲ πολεμίους δειλοτέρους ἔσεσθαι· τὸ δὲ μέγιστον, εἴ τι συμβαίη γενέσθαι πταῖσμα, ταῖς θλιβομέναις ναυσὶν ἐξῆν καταφυγεῖν πρὸς τὸ τῶν πεζῶν στρατόπεδον.
6.1 περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῇ πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν. Φίλιστος μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατʼ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας, Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι· πολλὰς δʼ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγούμεθα περὶ τούτων διεξιέναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi