Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

103.6 τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις.
103.7 μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία. ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν. καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.
104.1 κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι πόλεμον ἔχοντες πρὸς Δευκανοὺς καὶ Ῥωμαίους ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Σπάρτην, αἰτούμενοι βοήθειαν καὶ στρατηγὸν Κλεώνυμον.
104.2 τῶν δὲ Δακεδαιμονίων προθύμως ἡγεμόνα δόντων τὸν αἰτούμενον καὶ τῶν Ταραντίνων χρήματα καὶ ναῦς ἀποστειλάντων ὁ μὲν Κλεώνυμος ἐπὶ Ταινάρῳ τῆς Λακωνικῆς ξενολογήσας στρατιώτας πεντακισχιλίους συντόμως κατέπλευσεν εἰς Τάραντα. ἐνταῦθα δὲ μισθοφόρους ἀθροίσας ἄλλους οὐκ ἐλάττους τῶν προτέρων κατέγραφε καὶ τοὺς πολιτικοὺς πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ δισχιλίους. προσελάβετο δὲ τῶν τε κατʼ Ἰταλίαν Ἑλλήνων τοὺς πλείστους καὶ τὸ τῶν Μεσσαπίων ἔθνος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi