Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

1.3 Τίμαιος μὲν οὖν μεγίστην πρόνοιαν πεποιημένος τῆς τῶν χρόνων ἀκριβείας καὶ τῆς πολυπειρίας πεφροντικώς, διὰ τὰς ἀκαίρους καὶ μακρὰς ἐπιτιμήσεις εὐλόγως διαβάλλεται, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἐπιτιμήσεως Ἐπιτίμαιος ὑπό τινων ὠνομάσθη.
74.7 τῶν δὲ Σικανῶν ὀλίγοι, καταπλαγέντες μήποτε ἀντιλέγοντες διαρπασθῶσιν ὑπὸ τῶν στρατιωτῶν, συγκατέθεντο τοῖς ἀξιουμένοις ὑπὸ Διονυσίου. ἀπέστησαν δὲ παραπλησίως καὶ Ἁλικυαῖοι, καὶ πέμψαντες πρέσβεις εἰς τὸ τῶν Καρχηδονίων στρατόπεδον συμμαχίαν ἐποιήσαντο. καὶ Διονύσιος μὲν ἀφώρμησεν ἐπὶ Συρακουσῶν, καταφθείρων τὴν χώραν διʼ ἧς ἦγε τὴν δύναμιν.
70.4 Ἔφορος δὲ τὰς κοινὰς πράξεις ἀναγράφων οὐ μόνον κατὰ τὴν λέξιν, ἀλλὰ καὶ κατὰ τὴν οἰκονομίαν ἐπιτέτευχε· τῶν γὰρ βίβλων ἑκάστην πεποίηκε περιέχειν κατὰ γένος τὰς πράξεις. διόπερ καὶ ἡμεῖς τοῦτο τὸ γένος τοῦ χειρισμοῦ προκρίναντες, κατὰ τὸ δυνατὸν ἀντεχόμεθα ταύτης τῆς προαιρέσεως.
56.1 Ἰμίλκων δὲ τῶν πραγμάτων προχωρούντων κατὰ γνώμην παρεσκευάζετο τὴν στρατιὰν ἀνάγειν ἐπὶ Μεσσήνης, σπεύδων αὐτῆς κυριεῦσαι διὰ τὴν εὐκαιρίαν τῶν τόπων· ὅ τε γὰρ ἐν αὐτῇ λιμὴν εὔθετος ἦν, δυνάμενος δέχεσθαι πάσας τὰς ναῦς, οὔσας πλείω τῶν ἑξακοσίων, τά τε περὶ τὸν πορθμὸν οἰκεῖα ποιησάμενος Ἰμίλκων ἤλπιζε τὰς τῶν Ἰταλιωτῶν βοηθείας ἐμφράξειν καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐπισχεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi