Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

53.1 εὐθὺς δὲ καὶ διὰ τοῦ χώματος ἡ δύναμις ἅπασα τοῦ Διονυσίου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ πᾶς τόπος ἔγεμε τῶν ἀναιρουμένων· οἱ γὰρ Σικελιῶται ὠμότητα ὠμότητι σπεύδοντες ἀμύνεσθαι, πάντας ἑξῆς ἀνῄρουν, ἁπλῶς οὐ παιδός, οὐ γυναικός, οὐ πρεσβύτου φειδόμενοι.
arg. περὶ τῆς Αἰθαλίας καὶ Κύρνου καὶ Σαρδόνος.
53.2 Διονύσιος δὲ βουλόμενος ἐξανδραποδίσασθαι τὴν πόλιν, ὅπως ἀθροισθῇ χρήματα, τὸ μὲν πρῶτον ἀνεῖργε τοὺς στρατιώτας τοῦ φονεύειν τοὺς αἰχμαλώτους· ὡς δʼ οὐδεὶς αὐτῷ προσεῖχεν, ἀλλʼ ἑώρα τὴν τῶν Σικελιωτῶν ὁρμὴν ἀκατάσχετον οὖσαν, παρεστήσατο κήρυκας τοὺς μετὰ βοῆς δηλώσοντας τοῖς Μοτυαίοις φυγεῖν εἰς τὰ παρὰ τοῖς Ἕλλησιν ἱερὰ τιμώμενα.
arg. περὶ Πιτυούσσης καὶ τῶν νήσων τῶν Γυμνησίων, ἅς τινες Βαλιαρίδας ὀνομάζουσι.
53.3 οὗ γενηθέντος οἱ μὲν στρατιῶται τοῦ φονεύειν ἔληγον, ἐπὶ δὲ τὴν τῶν κτήσεων διαρπαγὴν ὥρμησαν· καὶ διεφορεῖτο πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, καὶ ἐσθῆτες πολυτελεῖς καὶ τῆς ἄλλης εὐδαιμονίας πλῆθος. τὴν δὲ τῆς πόλεως διαρπαγὴν ἔδωκεν ὁ Διονύσιος τοῖς στρατιώταις, βουλόμενος προθύμους αὐτοὺς ποιῆσαι πρὸς τοὺς ἐπιφερομένους κινδύνους.
arg. περὶ τῶν ἐν ὠκεανῷ νήσων τῶν πρὸς ἑσπέραν κειμένων.
53.4 ἀπὸ δὲ τούτων γενόμενος Ἀρχύλον τὸν ἀναβάντα πρῶτον ἐπὶ τὸ τεῖχος ἑκατὸν μναῖς ἐστεφάνωσεν, τῶν δʼ ἄλλων κατὰ τὴν ἀξίαν ἕκαστον τῶν ἠνδραγαθηκότων ἐτίμησεν, καὶ τῶν Μοτυαίων τοὺς περιλειφθέντας ἐλαφυροπώλησεν· Δαϊμένην δὲ καί τινας τῶν Ἑλλήνων συμμαχοῦντας Καρχηδονίοις λαβὼν αἰχμαλώτους ἀνεσταύρωσεν.
arg. περὶ τῆς Βρεττανικῆς νήσου καὶ τῆς ὀνομαζομένης Βασιλείας καθʼ ἣν τὸ ἤλεκτρον γίνεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi