Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

70.4 ἀπὸ γὰρ τῶν ἐπερεισθεισῶν σανίδων μαχόμενοι κακῶς ἀπήλλαττον διά τε τὴν στενοχωρίαν καὶ διὰ τὸ τοὺς ἐναντίους ἀπονενοημένως κινδυνεύειν, ὡς ἂν ἀπογινώσκοντας τὸ ζῆν· ὥσθʼ οἱ μὲν εἰς χεῖρας συμπλεκόμενοι καὶ τραύματα διδόντες καὶ λαμβάνοντες ἀπέθνησκον, οἱ δʼ ὑπὸ τῶν Μοτυαίων ἐξωθούμενοι καὶ ἀπὸ τῶν σανίδων ἀποπίπτοντες εἰς τὴν γῆν ἀπώλλυντο.
arg. τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Διοδώρου βίβλων.
70.5 τέλος δʼ ἐφʼ ἡμέρας τοιαύτης τινὸς τῆς πολιορκίας γινομένης, Διονύσιος αἰεὶ πρὸς τὴν ἑσπέραν τῇ σάλπιγγι τοὺς μαχομένους ἀνακαλούμενος ἔλυε τὴν πολιορκίαν. εἰς τοιαύτην δὲ συνήθειαν τοὺς Μοτυαίους ἀγαγών, ἐπειδὴ παρʼ ἑκατέρων οἱ κινδυνεύοντες ἀπῆλθον, ἀπέστειλεν Ἀρχύλον τὸν Θούριον μετὰ τῶν ἐπιλέκτων·
arg. περὶ τῶν μυθολογουμένων κατὰ τὴν Σικελίαν καὶ τοῦ σχήματος καὶ μεγέθους τῆς νήσου.
70.6 οὗτος δʼ ἤδη νυκτὸς οὔσης προσήρεισε ταῖς πεπτωκυίαις οἰκίαις κλίμακας, διʼ ὧν ἀναβὰς καὶ καταλαβόμενός τινα τόπον εὔκαιρον παρεδέχετο τοὺς περὶ τὸν Διονύσιον.
arg. περὶ Δήμητρος καὶ Κόρης καὶ τῆς εὑρέσεως τοῦ πυρίνου καρποῦ. περὶ Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰολίδων καλουμένων νήσων.
70.7 οἱ δὲ Μοτυαῖοι τὸ γεγενημένον αἰσθόμενοι παραυτίκα μετὰ πάσης σπουδῆς παρεβοήθουν, καὶ τῶν καιρῶν ὑστεροῦντες οὐδὲν ἧττον ὑπέστησαν τὸν κίνδυνον. γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς καὶ πολλῶν προσαναβάντων, μόγις οἱ Σικελιῶται τῷ πλήθει κατεπόνησαν τοὺς ἀνθεστηκότας.
arg. περὶ Μελίτης καὶ Γαύλου καὶ Κερκίνης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi