Kitap 20
98.1
ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις σῖτον καὶ τὴν ἄλλην ἀγορὰν οὐκ ἐλάττονα τῆς πρότερον ἐκπεμφθείσης καὶ στρατιώτας χιλίους καὶ πεντακοσίους, ὧν ἦν ἡγεμὼν Ἀντίγονος ὁ Μακεδών.
98.2
καθʼ ὃν δὴ χρόνον ἧκον πρὸς τὸν Δημήτριον πρέσβεις παρά τε Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλληνίδων πόλεων, τὸν ἀριθμὸν μὲν ὄντες ὑπὲρ τοὺς πεντήκοντα, πάντες δὲ ἀξιοῦντες διαλύσασθαι τὸν βασιλέα πρὸς τοὺς Ῥοδίους.
98.3
γενομένων οὖν ἀνοχῶν καὶ πολλῶν καὶ παντοδαπῶν ῥηθέντων λόγων πρός τε τὸν δῆμον καὶ πρὸς τοὺς περὶ τὸν Δημήτριον οὐδαμῶς ἐδυνήθησαν συμφωνῆσαι· διόπερ οἱ πρέσβεις ἀπῆλθον ἄπρακτοι.
98.4
Δημήτριος δὲ διανοηθεὶς νυκτὸς ἐπιθέσθαι τῇ πόλει κατὰ τὸ πεπτωκὸς τοῦ τείχους ἐπέλεξε τῶν τε μαχίμων τοὺς κρατίστους καὶ τῶν ἄλλων τοὺς εὐθέτους εἰς χιλίους καὶ πεντακοσίους.
98.5
τούτους μὲν οὖν προσέταξεν ἡσυχῇ προσελθεῖν τῷ τείχει περὶ δευτέραν φυλακήν, αὐτὸς δὲ διασκευάσας παρήγγειλε τοῖς ἐφʼ ἑκάστῳ μέρει τεταγμένοις, ὅταν σημήνῃ, συναλαλάξαι καὶ προσβολὰς ποιεῖσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
98.6
πάντων δὲ τὸ παραγγελθὲν ποιούντων οἱ μὲν ἐπὶ τὰ πεπτωκότα τῶν τειχῶν ὁρμήσαντες τοὺς προφυλάττοντας ἐπὶ τῆς τάφρου κατασφάξαντες παρεισέπεσον εἰς τὴν πόλιν καὶ τοὺς περὶ τὸ θέατρον τόπους κατελαμβάνοντο·