Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

67.4 μυθολογοῦσι δὲ τὸν Δάφνιν μετὰ τῆς Ἀρτέμιδος κυνηγεῖν ὑπηρετοῦντα τῇ θεῷ κεχαρισμένως, καὶ διὰ τῆς σύριγγος καὶ βουκολικῆς μελῳδίας τέρπειν αὐτὴν διαφερόντως. λέγουσι δʼ αὐτοῦ μίαν τῶν Νυμφῶν ἐρασθεῖσαν προειπεῖν, ἐὰν ἄλλῃ τινὶ πλησιάσῃ, στερήσεσθαι τῆς ὁράσεως· κἀκεῖνον ὑπό τινος θυγατρὸς βασιλέως καταμεθυσθέντα, καὶ πλησιάσαντα αὐτῇ, στερηθῆναι τῆς ὁράσεως κατὰ τὴν γεγενημένην ὑπὸ τῆς Νύμφης πρόρρησιν. καὶ περὶ μὲν Δάφνιδος ἱκανῶς ἡμῖν πάλιν
51.4 οἱ μὲν γὰρ Σικελιῶται κεκρατηκέναι τῆς πόλεως ἤδη νομίζοντες, πᾶν ὑπέμενον ἕνεκεν τοῦ τοὺς Φοίνικας ἀμύνεσθαι, περὶ ὧν πρότερον εἰς αὐτοὺς ἡμαρτήκεισαν· οἱ δʼ ἐκ τῆς πόλεως πρὸ ὀφθαλμῶν λαμβάνοντες τὰ τῆς αἰχμαλωσίας δεινά, καὶ φυγὴν οὐδεμίαν ὁρῶντες ὑπάρχουσαν οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν, οὐκ ἀγενῶς ὑπέμενον τὸν θάνατον.
68.1 εἰρήσθω, περὶ δὲ Ὠρίωνος τὰ μυθολογούμενα νῦν διέξιμεν. λέγεται γὰρ τοῦτον σώματος μεγέθει καὶ ῥώμῃ πολὺ τῶν μνημονευομένων ἡρώων ὑπεράγοντα φιλοκύνηγον γενέσθαι καὶ κατασκευάσαι μεγάλα ἔργα διὰ τὴν ἰσχὺν καὶ φιλοδοξίαν. κατὰ μὲν γὰρ τὴν Σικελίαν κατασκευάσαι Ζάγκλῳ τῷ τότε βασιλεύοντι τῆς τότε μὲν ἀπʼ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης, ἄλλα τε καὶ τὸν λιμένα προσχώσαντα τὴν ὀνομαζομένην Ἀκτὴν ποιῆσαι.
69.5 θεωροῦντες δὲ τὴν ἀπὸ τῶν τειχῶν ἐπικουρίαν περιῃρημένην, ἐνέφραττον τοὺς στενωπούς, καὶ ταῖς ἐσχάταις οἰκίαις ἐχρῶντο καθάπερ τειχίῳ πολυτελῶς ᾠκοδομημένῳ. ὅθεν εἰς μείζονα δυσχέρειαν οἱ περὶ τὸν Διονύσιον παρεγενήθησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi