Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

7.4 ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα· ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη· στὰς δʼ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο. ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας.
7.5 τοῦτο δʼ ἔπραξεν Ἀγαθοκλῆς μάλιστα μὲν ἕνεκα τοῦ συναναγκάσαι τοὺς στρατιώτας ἐν τοῖς κινδύνοις ἐπιλαθέσθαι τὸ παράπαν τῆς φυγῆς· δῆλον γὰρ ὅτι τῆς ἐπὶ τὰς ναῦς καταφυγῆς ἀποκοπείσης ἐν μόνῳ τῷ νικᾶν ἕξουσι τὰς ἐλπίδας τῆς σωτηρίας· ἔπειτα καὶ δύναμιν ὀλίγην ἔχων ἐθεώρει διότι φυλάσσων μὲν τὰς ναῦς ἀναγκασθήσεται μερίζειν τὸ στρατόπεδον καὶ μηδαμῶς ἀξιόμαχος εἶναι, καταλιπὼν δʼ ἐρήμους ὑποχειρίους ποιήσει γενέσθαι Καρχηδονίοις.
8.1 οὐ μὴν ἀλλὰ τῶν νεῶν ἁπασῶν φλεγομένων καὶ τοῦ πυρὸς πολὺν ἐπέχοντος τόπον ἔκπληξις κατεῖχε τοὺς Σικελιώτας. ἐν ἀρχῇ μὲν γὰρ ὑπὸ τῆς Ἀγαθοκλέους γοητείας παραλογισθέντες καὶ τῆς τῶν ἐγχειρουμένων ὀξύτητος ἀναθεώρησιν οὐ διδούσης πάντες συγκατετίθεντο τοῖς πραττομένοις· τοῦ δὲ χρόνου τὸν περὶ ἑκάστων ἀναλογισμὸν παριστάντος εἰς μεταμέλειαν ἐνέπιπτον καὶ τὸ μέγεθος τοῦ διείργοντος πελάγους ἀναλογιζόμενοι τὴν σωτηρίαν ἀπεγίνωσκον.
8.2 ὁ δʼ Ἀγαθοκλῆς σπεύδων ἀπαλλάξαι τῆς ἀθυμίας τοὺς στρατιώτας ἦγε τὴν δύναμιν ἐπὶ τὴν ὀνομαζομένην Μεγάλην πόλιν, οὖσαν Καρχηδονίων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi