Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

75.4 Ἴλου δὲ γενόμενος υἱὸς Λαομέδων Τιθωνὸν καὶ Πρίαμον ἐγέννησεν· ὧν Τιθωνὸς μὲν στρατεύσας εἰς τὰ πρὸς ἕω μέρη τῆς Ἀσίας καὶ διατείνας ἕως Αἰθιοπίας ἐμυθολογήθη ἐξ Ἠοῦς τεκνῶσαι Μέμνονα τὸν τοῖς Τρωσὶ βοηθήσαντα καὶ ὑπʼ Ἀχιλλέως ἀναιρεθέντα, Πρίαμος δʼ Ἑκάβην γήμας σὺν ἄλλοις πλείοσιν υἱοῖς ἐγέννησεν Ἕκτορα τὸν ἐπισημόντατον γενόμενον ἐν τῷ Τρωικῷ πολέμῳ.
59.7 διαπρεσβευσαμένων δὲ τῶν Ῥηγίνων καὶ τῶν Μεσσηνίων περὶ εἰρήνης, κρίνων συμφέρον εἶναι διαλύεσθαι τὴν ἔχθραν πρὸς τὰς πόλεις, συνέθετο τὴν εἰρήνην.
57.5 Ἀσσάρακος δὲ Δαρδάνων βασιλεύσας Κάπυν ἐγέννησεν, ἐξ οὗ τεκνωθεὶς Ἀγχίσης ἐξ Ἀφροδίτης Αἰνείαν ἐγέννησε τὸν ἐπιφανέστατον τῶν Τρώων. Γανυμήδης δὲ τῶν ἁπάντων εὐπρεπείᾳ διαφέρων ὑπὸ τῶν θεῶν ἀνηρπάγη τῷ Διὶ οἰνοχοεῖν.
41.1 ὁρῶν δὲ τῶν Ἑλλήνων τινὰς εἰς τὴν ἐπικράτειαν τῶν Καρχηδονίων ἀποτρέχοντας τάς τε πόλεις καὶ τὰς κτήσεις κομιζομένους, ἐνόμιζε τῆς πρὸς Καρχηδονίους εἰρήνης μενούσης πολλοὺς τῶν ὑφʼ αὑτὸν ταττομένων βουλήσεσθαι κοινωνεῖν τῆς ἐκείνων ἀποστάσεως, ἐὰν δὲ πόλεμος γένηται, πάντας τοὺς καταδεδουλωμένους ὑπὸ Καρχηδονίων ἀποστήσεσθαι πρὸς αὐτόν· ἤκουσε δὲ καὶ τῶν Καρχηδονίων πολλοὺς ἐν Λιβύῃ διεφθάρθαι λοιμικῇ καταστάσει περιπεσόντας.
57.6 τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διεξιέναι περὶ Δαιδάλου καὶ Μινωταύρου καὶ τῆς Μίνωος στρατείας εἰς Σικελίαν ἐπὶ Κώκαλον τὸνβασιλέα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi