Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

 
τῶν δʼ Ἰτυκαίων τῶν μὲν εἰς τὰς οἰκίας, τῶν δʼ εἰς ἱερὰ καταφευγόντων διʼ ὀργῆς αὐτοὺς ἔχων φόνου τὴν πόλιν ἐπλήρωσε. τοὺς μὲν γὰρ ἐν χειρῶν νόμῳ διέφθειρε, τοὺς δʼ ἁλόντας ἐκρέμασε, τοὺς δʼ ἐπὶ θεῶν ἱερὰ καὶ βωμοὺς καταφυγόντας διαψευσθῆναι τῆς ἐλπίδος ἐποίησεν.
 
διαφορήσας δὲ τὰς κτήσεις καὶ φυλακὴν ἀπολιπὼν ἐπὶ τῆς πόλεως ἐστρατοπέδευσεν ἐπὶ τὴν Ἵππου καλουμένην ἄκραν, ὠχυρωμένην φυσικῶς τῇ παρακειμένῃ λίμνῃ. πολιορκήσας δὲ αὐτὴν ἐνεργῶς καὶ τῶν ἐγχωρίων ναυμαχίᾳ περιγενόμενος κατὰ κράτος εἷλε. τούτῳ δὲ τῷ τρόπῳ τὰς πόλεις χειρωσάμενος τῶν τε ἐπὶ θαλάττῃ τόπων τῶν πλείστων ἐκυρίευσεν καὶ τῶν τὴν μεσόγειον οἰκούντων πλὴν τῶν Νομάδων· ὧν τινὲς μὲν φιλίαν πρὸς αὐτὸν ἐποιήσαντο, τινὲς δʼ ἐκαραδόκουν τὴν τῶν ὅλων κρίσιν.
 
τέτταρα γὰρ τὴν Λιβύην διείληφε γένη, Φοίνικες μὲν οἱ τὴν Καρχηδόνα τότε κατοικοῦντες, Λιβυφοίνικες δὲ πολλὰς ἔχοντες πόλεις ἐπιθαλαττίους καὶ κοινωνοῦντες τοῖς Καρχηδονίοις ἐπιγαμίας, οἷς ἀπὸ τῆς συμπεπλεγμένης συγγενείας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας· ὁ δὲ πολὺς λαὸς τῶν ἐγχωρίων, ἀρχαιότατος ὤν, Λίβυς ὠνομάζετο, μισῶν διαφερόντως τοὺς Καρχηδονίους διὰ τὸ βάρος τῆς ἐπιστασίας· οἱ δὲ τελευταῖοι Νομάδες ὑπῆρχον, πολλὴν τῆς Λιβύης νεμόμενοι μέχρι τῆς ἐρήμου.
 
Ἀγαθοκλῆς δὲ τοῖς μὲν κατὰ Λιβύην συμμάχοις καὶ ταῖς δυνάμεσιν ὑπερέχων τῶν Καρχηδονίων, περὶ δὲ τῶν ἐν Σικελίᾳ πραγμάτων ἀγωνιῶν ἄφρακτα καὶ πεντηκοντόρους ναυπηγησάμενος ἐνεβίβασε στρατιώτας δισχιλίους. καταλιπὼν δὲ τῶν ἐν τῇ Λιβύῃ πραγμάτων στρατηγὸν Ἀγάθαρχον τὸν υἱὸν ἀνήχθη ταῖς ναυσίν, ἐπὶ Σικελίαν τὸν πλοῦν ποιούμενος.
 
ἅμα δὲ τούτοις πραττομένοις Ξενόδοκος ὁ τῶν Ἀκραγαντίνων στρατηγὸς πολλὰς μὲν τῶν πόλεων ἠλευθερωκώς, ἐλπίδας δὲ μεγάλας παρεσχηκὼς τοῖς Σικελιώταις τῆς καθʼ ὅλην τὴν νῆσον αὐτονομίας ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀγαθοκλέους στρατηγούς, οὖσαν πεζῶν μὲν πλειόνων ἢ μυρίων, ἱππέων δὲ σχεδὸν χιλίων.
 
οἱ δὲ περὶ Λεπτίνην καὶ Δημόφιλον ἐκ τῶν Συρακουσσῶν καὶ τῶν φρουρίων ἐπιλέξαντες ὅσους ἠδύναντο πλείστους ἀντεστρατοπέδευσαν πεζοῖς μὲν ὀκτακισχιλίοις καὶ διακοσίοις, ἱππεῦσι δὲ χιλίοις καὶ διακοσίοις. γενομένης οὖν παρατάξεως ἰσχυρᾶς ἡττηθεὶς ὁ Ξενόδοκος ἔφυγεν εἰς τὸν Ἀκράγαντα καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων.
 
οἱ μὲν οὖν Ἀκραγαντῖνοι ταύτῃ τῇ συμφορᾷ περιπεσόντες διέλυσαν ἑαυτῶν μὲν τὴν καλλίστην ἐπιβολήν, τῶν δὲ συμμάχων τὰς τῆς ἐλευθερίας ἐλπίδας· Ἀγαθοκλῆς δὲ τῆς μάχης ἄρτι γεγενημένης καταπλεύσας τῆς Σικελίας εἰς Σελινοῦντα Ἡρακλεώτας μὲν ἠλευθερωκότας τὴν πόλιν ἠνάγκασε πάλιν ὑποτάττεσθαι, παρελθὼν δὲ ἐπὶ θάτερον μέρος τῆς νήσου Θερμίτας μὲν προσαγαγόμενος ὑποσπόνδους ἀφῆκε τῶν Καρχηδονίων φρουρούντων ταύτην τὴν πόλιν, Κεφαλοίδιον δὲ ἐκπολιορκήσας Λεπτίνην μὲν ταύτης ἐπιμελητὴν ἀπέλιπεν, αὐτὸς δὲ διὰ τῆς μεσογείου ποιούμενος τὴν πορείαν ἐπεβάλετο μὲν νυκτὸς εἰς τὰ Κεντόριπα παρεισπεσεῖν εἰσδεχομένων αὐτόν τινων πολιτικῶν ἀνδρῶν, καταφανοῦς δὲ τῆς ἐπιβουλῆς γενομένης καὶ τῶν φρουρῶν παραβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως, ἀποβαλὼν τῶν στρατιωτῶν πλείους πεντακοσίων.
 
μετὰ δὲ ταῦτά τινων ἐκ τῆς Ἀπολλωνίας μεταπεμπομένων αὐτὸν καὶ τὴν πατρίδα προδώσειν ἐπαγγελλομένων ἧκε πρὸς τὴν πόλιν· τῶν δὲ προδοτῶν καταφανῶν γενομένων καὶ κολασθέντων κατὰ μὲν πρώτην ἡμέραν πολιορκήσας ἄπρακτος ἐγένετο, τῇ δʼ ὑστεραίᾳ πολλὰ κακοπαθήσας καὶ συχνοὺς ἀποβαλὼν μόλις εἷλε τὴν πόλιν καὶ τῶν Ἀπολλωνιατῶν τοὺς πλείστους ἀποσφάξας διήρπασε τὰς κτήσεις.
 
τούτου δὲ περὶ ταῦτʼ ὄντος Δεινοκράτης ὁ τῶν φυγάδων ἡγούμενος ἀναλαβὼν τὴν Ἀκραγαντίνων προαίρεσιν καὶ προστάτην αὑτὸν ἀναδείξας τῆς κοινῆς ἐλευθερίας ἐποίησε πολλοὺς ἁπανταχόθεν συνδραμεῖν πρὸς αὐτόν·
 
οἱ μὲν γὰρ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας, οἱ δὲ διὰ τὸν Ἀγαθοκλέους φόβον προθύμως ὑπήκουον τοῖς παραγγελλομένοις. ἠθροισμένων δʼ αὐτῶν πεζῶν μὲν οὐ πολὺ ἐλάττων δισμυρίων, ἱππέων δὲ χιλίων καὶ πεντακοσίων καὶ πάντων τούτων ἐν φυγαῖς καὶ μελέταις τοῦ πονεῖν συνεχῶς γεγονότων κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ,
 
προκαλούμενος τῇ μάχῃ τὸν δυνάστην. τοῦ δʼ Ἀγαθοκλέους λειπομένου πολὺ ταῖς δυνάμεσι καὶ φυγομαχοῦντος ἐκ ποδὸς ἠκολούθει συνεχῶς, ἀκονητὶ περιπεποιημένος τὴν νίκην. ἀπὸ δὲ τούτων τῶν καιρῶν τοῖς περὶ τὸν Ἀγαθοκλέα συνέβαινε πρὸς τὸ χεῖρον μεταβάλλειν οὐ μόνον τὰ κατὰ Σικελίαν, ἀλλὰ καὶ τὰ κατὰ Λιβύην πράγματα.
 
Ἀρχάγαθος γὰρ ὁ καταλειφθεὶς ὑπʼ αὐτοῦ στρατηγὸς μετὰ τὴν ἀναγωγὴν τοῦ πατρὸς τὸ μὲν πρῶτον ἐπλεονέκτει, πέμψας εἰς τοὺς ἄνω τόπους μέρος τι τῆς δυνάμεως, ἧς ἦν ἡγεμὼν Εὔμαχος. οὗτος γὰρ Τώκας πόλιν εὐμεγέθη χειρωσάμενος πολλοὺς προσηγάγετο τῶν πλησίον κατοικούντων Νομάδων.
 
εἶθʼ ἑτέραν ἐκπολιορκήσας, τὴν ὀνομαζομένην Φελλίνην, ἠνάγκασε πιθαρχεῖν τοὺς τὴν ἑξῆς χώραν νεμομένους, τοὺς καλουμένους Ἀσφοδελώδεις, ὄντας τῷ χρώματι παραπλησίους τοῖς Αἰθίοψι.
 
τρίτην δʼ εἷλε Μεσχέλαν, μεγίστην οὖσαν, ᾠκισμένην δὲ τὸ παλαιὸν ὑπὸ τῶν ἐκ Τροίας ἀνακομιζομένων Ἑλλήνων, περὶ ὧν ἐν τῇ τρίτῃ βίβλῳ προειρήκαμεν, ἑξῆς δὲ τὴν ὀνομαζομένην ἄκραν Ἵππου τὴν ὁμώνυμον τῇ χειρωθείσῃ κατὰ κράτος ὑπʼ Ἀγαθοκλέους καὶ τελευταίαν τὴν προσαγορευομένην Ἀκρίδα πόλιν αὐτόνομον, ἣν ἐξανδραποδισάμενος ἐξέδωκετοῖς στρατιώταις διαρπάσαι.
 
ἐμπλήσας δʼ ὠφελείας τὸ στρατόπεδον κατέβη πρὸς τοὺς περὶ τὸν Ἀρχάγαθον καὶ δόξας ἀγαθὸς ἀνὴρ γεγονέναι πάλιν ἐστράτευσεν εἰς τοὺς ἄνω τῆς Λιβύης τόπους. ὑπερβαλὼν δὲ τὰς πόλεις ὧν πρότερον ἐγεγόνει κύριος, παρεισέπεσεν εἰς τὴν καλουμένην Μιλτινὴν πόλιν, ἀπροσδοκήτως ἐπιφανείς·
 
συστραφέντων δʼ ἐπʼ αὐτὸν τῶν βαρβάρων καὶ κρατησάντων ἐν ταῖς ὁδοῖς ἐξεβλήθη παραλόγως καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν. ἐντεῦθεν δʼ ἀναζεύξας προῆγεν διʼ ὄρους ὑψηλοῦ παρήκοντος ἐπὶ σταδίους διακοσίους, πλήρους δʼ ὄντος αἰλούρων, ἐν ᾧ συνέβαινε μηδὲν ὅλως πτηνὸν νεοττεύειν μήτε ἐπὶ τοῖς δένδρεσι μήτε ἐν ταῖς φάραγξι διὰ τὴν ἀλλοτριότητα τῶν προειρημένων ζῴων.
 
διελθὼν δὲ τὴν ὀρεινὴν ταύτην ἐνέβαλεν εἰς χώραν ἔχουσαν πλῆθος πιθήκων καὶ πόλεις τρεῖς τὰς ἀπὸ τούτων τῶν ζῴων ὀνομαζομένας εἰς τὸν Ἑλληνικὸν τρόπον τῆς διαλέκτου μεθερμηνευομένας Πιθηκούσσας.
 
ἐν δὲ ταύταις οὐκ ὀλίγα τῶν νομίμων πολὺ παρήλλαττε τῶν παρʼ ἡμῖν. τάς τε γὰρ αὐτὰς οἰκίας οἱ πίθηκοι κατῴκουν τοῖς ἀνθρώποις, θεοὶ παρʼ αὐτοῖς νομιζόμενοι καθάπερ παρʼ Αἰγυπτίοις οἱ κύνες, ἔκ τε τῶν παρεσκευασμένων ἐν τοῖς ταμιείοις τὰ ζῷα τὰς τροφὰς ἐλάμβανον ἀκωλύτως ὁπότε βούλοιντο. καὶ τὰς προσηγορίας δʼ ἐτίθεσαν οἱ γονεῖς τοῖς παισὶ κατὰ τὸ πλεῖστον ἀπὸ τῶν πιθήκων, ὥσπερ παρʼ ἡμῖν ἀπὸ τῶν θεῶν.
 
τοῖς δʼ ἀποκτείνασι τοῦτο τὸ ζῷον ὡς ἠσεβηκόσι τὰ μέγιστα θάνατος ὥριστο πρόστιμον· διὸ δὴ καὶ παρά τισιν ἐνίσχυσεν ἐν παροιμίας μέρει λεγόμενον ἐπὶ τῶν ἀνατεὶ κτεινομένων ὅτι πιθήκου αἷμʼ ἀποτίσειαν.
 
ὁ δʼ οὖν Εὔμαχος μίαν μὲν τούτων τῶν πόλεων ἑλὼν κατὰ κράτος διήρπασε, τὰς δὲ δύο προσηγάγετο. πυνθανόμενος δὲ τοὺς περιοικοῦντας βαρβάρους ἀθροίζειν ἐπʼ αὐτὸν μεγάλας δυνάμεις προῆγε συντονώτερον, διεγνωκὼς ἐπανιέναι πρὸς τοὺς ἐπὶ θαλάττῃ τόπους.
 
μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν. μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δʼ εἰς τὴν μεσόγειον, τὸ δʼ εἰς τοὺς ἄνω τόπους.
 
ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας· πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων· ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα·
 
ἔπειθʼ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων· τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος. ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη·
 
τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλʼ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες
 
ἀνέτρεχον εἰς τὴν προϋπάρχουσαν φιλίαν. ὁ δʼ Ἀρχάγαθος ὁρῶν διειλημμένην ἅπασαν τὴν Λιβύην πολεμίοις στρατοπέδοις καὶ αὐτὸς διεῖλε τὴν δύναμιν καὶ μέρος μὲν ἐξέπεμψεν εἰς τὴν παραθαλάττιον, τῆς δʼ ἄλλης στρατιᾶς ἣν μὲν Αἰσχρίωνι παραδοὺς ἐξέπεμψεν, ἧς δʼ αὐτὸς ἡγεῖτο, καταλιπὼν τὴν ἱκανὴν φυλακὴν ἐπὶ τοῦ Τύνητος.
 
τοσούτων δὲ στρατοπέδων ἐπὶ τῆς χώρας πανταχῇ πλαζομένων καὶ προσδοκωμένης ἔσεσθαι πραγμάτων ὁλοσχεροῦς μεταβολῆς ἅπαντες ἠγωνίων,
 
καραδοκοῦντες τὸ τέλος τῶν ἀποβησομένων. Ἄννων μὲν οὖν ἡγούμενος τοῦ κατὰ τὴν μεσόγειον στρατοπέδου θεὶς ἐνέδραν τοῖς περὶ τὸν Αἰσχρίωνα καὶ παραδόξως ἐπιθέμενος ἀνεῖλε πεζοὺς μὲν πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ περὶ διακοσίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός· τῶν δʼ ἄλλων οἱ μὲν ἥλωσαν, οἱ δὲ διεσώθησαν πρὸς Ἀρχάγαθον, ἀπέχοντα σταδίους πεντακοσίους.
 
Ἰμίλκων δʼ ἐπὶ τοὺς ἄνω τόπους στρατεύειν ἀποδειχθεὶς τὸ μὲν πρῶτον ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον, ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον διὰ τὰς ἐκ τῶν ἁλουσῶν πόλεων ὠφελείας.
 
μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος, ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν· αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος.
 
οἱ δὲ περὶ τὸν Εὔμαχον ἐπαρθέντες τῇ νίκῃ καὶ τῆς τάξεως οὐδὲν φροντίσαντες ἐδίωκον καὶ τεθορυβημένως τῶν ὑποχωρούντων ἐξήπτοντο· ἄφνω δὲ καθʼ ἕτερον μέρος τῆς πόλεως ἐκχυθείσης τῆς δυνάμεως κατεσκευασμένης καὶ πλήθους ἱκανοῦ πρὸς ἓν παρακέλευσμα συναλαλάξαντος κατεπλάγησαν.
 
ἐμβαλόντων οὖν τῶν βαρβάρων εἰς ἀσυντάκτους καὶ πεφοβημένους διὰ τὸ παράδοξον, ταχὺ τροπὴν συνέβη γενέσθαι τῶν Ἑλλήνων. ὑποτεμομένων δὲ τῶν Καρχηδονίων τὴν εἰς τὴν στρατοπεδείαν ἀποχώρησιν τῶν πολεμίων ἠναγκάσθησαν οἱ περὶ τὸν Εὔμαχον καταφυγεῖν ἐπὶ τὸν πλησίον λόφον ὕδατος σπανίζοντα.
 
περιστρατοπεδευσάντων δὲ τὸν τόπον τῶν Φοινίκων ἅμα μὲν ὑπὸ τοῦ δίψους καταπονηθέντες, ἅμα δʼ ὑπὸ τῶν πολεμίων κρατούμενοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν· ἀπὸ μὲν γὰρ πεζῶν ὀκτακισχιλίων τριάκοντα μόνον διεσώθησαν, ἀπὸ δʼ ἱππέων ὀκτακοσίων τετταράκοντα διέφυγον τὸν κίνδυνον.
 
ὁ δʼ Ἀρχάγαθος τηλικαύτῃ συμφορᾷ περιπεσὼν ἐπανῆλθεν εἰς Τύνητα. καὶ τῶν μὲν ἐκπεμφθέντων στρατιωτῶν τοὺς περιλειπομένους μετεπέμπετο πανταχόθεν, εἰς δὲ τὴν Σικελίαν ἐξέπεμψε τοὺς δηλώσοντας τῷ πατρὶ τὰ συμβεβηκότα καὶ παρακαλέσοντας βοηθεῖν τὴν ταχίστην.
 
τοῖς δὲ προγεγονόσιν ἀτυχήμασιν ἑτέρα τοῖς Ἕλλησιν ἐλάττωσις ἐπεγένετο· ἀπέστησαν μὲν γὰρ ἀπʼ αὐτῶν πλὴν ὀλίγων ἅπαντες οἱ σύμμαχοι, συνεστράφησαν δὲ αἱ τῶν πολεμίων δυνάμεις καὶ πλησίον ποιησάμενοι παρεμβολὰς ἐφήδρευον.
 
Ἰμίλκων μὲν γὰρ κατελάβετο τὰ στενὰ καὶ τῶν ἀπὸ τῆς χώρας εἰσβολῶν ἀπέκλεισε τοὺς ἐναντίους, ἀπέχοντας σταδίους ἑκατόν· ἐκ δὲ θατέρου μέρους ἐστρατοπέδευσεν Ἀτάρβας ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Τύνητος.
 
διόπερ τῶν πολεμίων οὐ μόνον τῆς θαλάττης, ἀλλὰ καὶ τῆς χώρας κυριευόντων σιτοδείᾳ τε συνέβαινε συνέχεσθαι τοὺς Ἕλληνας καὶ τῷ φόβῳ πάντοθεν κατείχοντο.
 
ἐν ἀθυμίᾳ δὲ δεινῇ πάντων ὄντων Ἀγαθοκλῆς ὡς ἐπύθετο τὰ κατὰ τὴν Λιβύην ἐλαττώματα, παρεσκευάσατο ναῦς τε μακρὰς ἑπτακαίδεκα, διανοούμενος βοηθεῖν τοῖς περὶ τὸν Ἀρχάγαθον. καὶ τῶν κατὰ Σικελίαν δὲ πραγμάτων ἐπὶ τὸ χεῖρον αὐτῷ μεταβεβληκότων διὰ τὸ τοὺς περὶ Δεινοκράτην φυγάδας ηὐξῆσθαι ἐπὶ πλεῖον τὸν μὲν ἐν τῇ νήσῳ πόλεμον τοῖς περὶ Λεπτίνην στρατηγοῖς ἐνεχείρισεν, αὐτὸς δὲ πληρώσας τὰς ναῦς ἐπετήρει τὸν τοῦ πλοῦ καιρόν,
 
ἐφορμούντων τῶν Καρχηδονίων τριάκοντα ναυσί. καθʼ ὃν δὴ χρόνον ἐκ Τυρρηνίας αὐτῷ κατέπλευσαν ὀκτωκαίδεκα ναῦς ἐπὶ βοήθειαν, αἳ διὰ νυκτὸς εἰς τὸν λιμένα εἰσπεσοῦσαι τοὺς Καρχηδονίους ἔλαθον. ὁ δʼ Ἀγαθοκλῆς ταύτης τυχὼν τῆς ἀφορμῆς κατεστρατήγησε τοὺς πολεμίους, τοῖς μὲν συμμάχοις μένειν παραγγείλας μέχρι ἂν αὐτὸς ἐκπλεύσας ἐπισπάσηται τοὺς Φοίνικας πρὸς τὸν διωγμόν, αὐτὸς δέ, καθάπερ ἦν συντεθειμένος, ἐκ τοῦ λιμένος ἀνήχθη κατὰ σπουδὴν τοῖς ἑπτακαίδεκα σκάφεσιν.
 
εἶθʼ οἱ μὲν ἐφορμοῦντες ἐδίωκον, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατανοήσαντες τοὺς Τυρρηνοὺς παραφαινομένους ἐκ τοῦ λιμένος ἄφνω τὰς ναῦς ἐπέστρεψαν καὶ καταστάντες εἰς ἐμβολὴν διεναυμάχουν τοῖς βαρβάροις. οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καὶ διὰ τὸ τῶν πολεμίων εἰς μέσον ἀπολαμβάνεσθαι τὰς ἰδίας τριήρεις καταπλαγέντες ἔφυγον.
 
εἶθʼ οἱ μὲν Ἕλληνες πέντε νεῶν αὐτάνδρων ἐκυρίευσαν, ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἁλισκομένης ἤδη τῆς ναυαρχίδος ἀπέσφαξεν ἑαυτόν, προκρίνας τὸν θάνατον τῆς προσδοκηθείσης αἰχμαλωσίας. οὐ μὴν ἐφάνη γε εὖ βεβουλευμένος· ἡ γὰρ ναῦς φοροῦ πνεύματος ἐπιλαβομένη τοῦ δόλωνος ἀρθέντος ἐξέφυγε τὸν κίνδυνον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi