Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

5.3 καθʼ ὃν δὴ χρόνον ὁ βασιλεύς, ἐπειδὴ τὰ περὶ τὴν κτίσιν τῆς ὁμωνύμου πόλεως συνετέλεσε, στρατεύειν ἐπὶ Βακτριανοὺς ἐπεχείρησεν. εἰδὼς δὲ τά τε πλήθη καὶ τὴν ἀλκὴν τῶν ἀνδρῶν, ἔτι δὲ τὴν χώραν ἔχουσαν πολλοὺς τόπους ἀπροσίτους διὰ τὴν ὀχυρότητα, κατέλεξεν ἐξ ἁπάντων τῶν ὑπʼ αὐτὸν ἐθνῶν στρατιωτῶν πλῆθος· ἐπεὶ γὰρ τῆς πρότερον στρατείας ἀποτετευχὼς ἦν, ἔσπευδε πολλαπλασίονι παραγενέσθαι δυνάμει πρὸς τὴν Βακτριανήν.
5.4 συναχθείσης δὲ τῆς στρατιᾶς πανταχόθεν ἠριθμήθησαν, ὡς Κτησίας ἐν ταῖς ἱστορίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες, ἱππέων δὲ μιᾷ πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρεπανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων.
5.5 ἔστι μὲν οὖν ἄπιστον τοῖς αὐτόθεν ἀκούσασι τὸ πλῆθος τῆς στρατιᾶς, οὐ μὴν ἀδύνατόν γε φανήσεται τοῖς ἀναθεωροῦσι τὸ τῆς Ἀσίας μέγεθος καὶ τὰ πλήθη τῶν κατοικούντων αὐτὴν ἐθνῶν. εἰ γάρ τις ἀφεὶς τὴν ἐπὶ Σκύθας Δαρείου στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα τοῖς ἀναριθμήτοις πλήθεσι, τὰς ἐχθὲς καὶ πρῴην συντελεσθείσας πράξεις ἐπὶ τῆς Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηθέν.
5.6 κατὰ μὲν οὖν τὴν Σικελίαν ὁ Διονύσιος ἐκ μιᾶς τῆς τῶν Συρακοσίων πόλεως ἐξήγαγεν ἐπὶ τὰς στρατείας πεζῶν μὲν δώδεκα μυριάδας, ἱππεῖς δὲ μυρίους καὶ δισχιλίους, ναῦς δὲ μακρὰς ἐξ ἑνὸς λιμένος τετρακοσίας, ὧν ἦσαν ἔνιαι τετρήρεις καὶ πεντήρεις·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi