Kitap 2
45.3
τῶν δὲ γεννωμένων τοὺς μὲν ἄρρενας ἐπήρουν τά τε σκέλη καὶ τοὺς βραχίονας, ἀχρήστους κατασκευάζοντες πρὸς τὰς πολεμικὰς χρείας, τῶν δὲ θηλυτερῶν τὸν δεξιὸν μαστὸν ἐπέκαον, ἵνα μὴ κατὰ τὰς ἀκμὰς τῶν σωμάτων ἐπαιρόμενος ἐνοχλῇ· ἀφʼ ἧς αἰτίας συμβῆναι τὸ ἔθνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας.
45.4
καθόλου δὲ διαφέρουσαν αὐτὴν συνέσει καὶ στρατηγίᾳ πόλιν μὲν κτίσαι μεγάλην παρὰ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, τοὔνομα Θεμίσκυραν, καὶ βασίλεια κατασκευάσαι περιβόητα, κατὰ δὲ τὰς στρατείας ἐπιμελομένην πολὺ τῆς εὐταξίας τὸ μὲν πρῶτον καταπολεμῆσαι πάντας τοὺς ὁμόρους μέχρι τοῦ Τανάιδος ποταμοῦ.
45.5
καὶ ταύτην μέν φασι ταύτας τὰς πράξεις ἐπιτελεσαμένην καὶ κατά τινα μάχην λαμπρῶς ἀγωνισαμένην ἡρωικῶς τελευτῆσαι τὸν βίον.
46.1
διαδεξαμένην δὲ τὴν ταύτης θυγατέρα τὴν βασιλείαν ζηλῶσαι μὲν τὴν ἀρετὴν τῆς μητρός, ὑπερβαλέσθαι δὲ ταῖς κατὰ μέρος πράξεσι. τὰς μὲν γὰρ παρθένους ἀπὸ τῆς πρώτης ἡλικίας ἔν τε ταῖς θήραις γυμνάζειν καὶ καθʼ ἡμέραν ἀσκεῖν τὰ πρὸς πόλεμον ἀνήκοντα, καταδεῖξαι δὲ καὶ θυσίας μεγαλοπρεπεῖς Ἄρει τε καὶ Ἀρτέμιδι τῇ προσαγορευομένῃ Ταυροπόλῳ·
46.2
στρατεύσασαν δʼ εἰς τὴν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταπολεμῆσαι πάντα τὰ ἔθνη τὰ συνεχῆ μέχρι τῆς Θρᾴκης· ἀνακάμψασαν δὲ μετὰ πολλῶν λαφύρων εἰς τὴν οἰκείαν ναοὺς μεγαλοπρεπεῖς κατασκευάσαι τῶν προειρημένων θεῶν, καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς ἄρχουσαν ἀποδοχῆς τυγχάνειν τῆς μεγίστης. στρατεῦσαι δὲ καὶ ἐπὶ θάτερα μέρη, καὶ πολλὴν τῆς Ἀσίας κατακτήσασθαι, καὶ διατεῖναι τῇ δυνάμει μέχρι τῆς Συρίας.