Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

34.6 Ἀστιβάρα δὲ τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον. τούτου δʼ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν.
34.7 περὶ μὲν οὖν τῆς Ἀσσυρίων καὶ Μήδων βασιλείας καὶ τῆς τῶν συγγραφέων διαφωνίας ἱκανῶς εἰρῆσθαι νομίζομεν· περὶ δὲ τῆς Ἰνδικῆς καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων ἐν μέρει διέξιμεν.
35.1 ἡ τοίνυν Ἰνδικὴ τετράπλευρος οὖσα τῷ σχήματι, τὴν μὲν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν καὶ τὴν πρὸς μεσημβρίαν ἡ μεγάλη περιέχει θάλαττα, τὴν δὲ πρὸς τὰς ἄρκτους τὸ Ἠμωδὸν ὄρος διείργει τῆς Σκυθίας, ἣν κατοικοῦσι τῶν Σκυθῶν οἱ προσαγορευόμενοι Σάκαι· τὴν δὲ τετάρτην τὴν πρὸς δύσιν ἐστραμμένην διείληφεν ὁ Ἰνδὸς προσαγορευόμενος ποταμός, μέγιστος ὢν τῶν πάντων μετὰ τὸν
35.2 Νεῖλον. τὸ δὲ μέγεθος τῆς ὅλης Ἰνδικῆς φασιν ὑπάρχειν ἀπὸ μὲν ἀνατολῶν πρὸς δύσιν δισμυρίων ὀκτακισχιλίων σταδίων, ἀπὸ δὲ τῶν ἄρκτων πρὸς μεσημβρίαν τρισμυρίων δισχιλίων. τηλικαύτη δʼ οὖσα τὸ μέγεθος δοκεῖ τοῦ κόσμου μάλιστα περιέχειν τὸν τῶν θερινῶν τροπῶν κύκλον, καὶ πολλαχῇ μὲν ἐπʼ ἄκρας τῆς Ἰνδικῆς ἰδεῖν ἔστιν ἀσκίους ὄντας τοὺς γνώμονας, νυκτὸς δὲ τὰς ἄρκτους ἀθεωρήτους· ἐν δὲ τοῖς ἐσχάτοις οὐδʼ αὐτὸν τὸν ἀρκτοῦρον φαίνεσθαι· καθʼ ὃν δὴ τόπον φασὶ καὶ τὰς σκιὰς κεκλίσθαι πρὸς μεσημβρίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi