Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

33.3 γενόμενον δʼ ἀποστάτην καὶ πείσαντα τὸ σύμπαν ἔθνος ἀντέχεσθαι τῆς ἐλευθερίας, αἱρεθῆναι στρατηγὸν διὰ τὴν ἀνδρείαν. ἔπειτα πυνθανόμενον ἀθροιζομένην ἐπʼ αὐτὸν μεγάλην δύναμιν, καθοπλίσαι τοὺς Καδουσίους πανδημεί, καὶ καταστρατοπεδεῦσαι πρὸς ταῖς εἰς τὴν χώραν εἰσβολαῖς ἔχοντα τοὺς σύμπαντας οὐκ ἐλάττους εἴκοσι μυριάδων.
33.4 τοῦ δὲ βασιλέως Ἀρταίου στρατεύσαντος ἐπʼ αὐτὸν μυριάσιν ὀγδοήκοντα μάχῃ κρατῆσαι καὶ πλείους μὲν τῶν πεντακισμυρίων ἀνελεῖν, τὴν δʼ ἄλλην δύναμιν ἐκβαλεῖν ἐκ τῆς Καδουσίων χώρας. διὸ καὶ παρὰ τοῖς ἐγχωρίοις θαυμαζόμενον αἱρεθῆναί τε βασιλέα καὶ τὴν Μηδίαν συνεχῶς λεηλατεῖν καὶ πάντα τόπον καταφθείρειν.
33.5 μεγάλης δὲ δόξης τυχόντα, καὶ γήρᾳ μέλλοντα καταστρέφειν τὸν βίον, ἀρὰν θέσθαι παραστησάμενον τὸν διαδεχόμενον τὴν ἀρχήν, ὅπως μηδέποτε διαλύσωνται τὴν ἔχθραν Καδούσιοι πρὸς Μήδους· εἰ δὲ σύνθοιντο ὁμολογίας, ἐξώλεις γενέσθαι τούς τε ἀπὸ τοῦ γένους αὐτοῦ καὶ Καδουσίους ἅπαντας.
33.6 διὰ δὴ ταύτας τὰς αἰτίας ἀεὶ πολεμικῶς ἐσχηκέναι Καδουσίους πρὸς Μήδους, καὶ μηδέποτε τοῖς τούτων βασιλεῦσιν ὑπηκόους γεγονέναι, μέχρι οὗ Κῦρος εἰς Πέρσας μετέστησε τὴν ἡγεμονίαν.
34.1 τῶν δὲ Μήδων βασιλεῦσαι μετὰ τὴν Ἀρταίου τελευτὴν Ἀρτύνην μὲν ἔτη δύο πρὸς τοῖς εἴκοσι, Ἀστιβάραν δὲ τετταράκοντα. ἐπὶ δὲ τούτου Πάρθους ἀποστάντας Μήδων Σάκαις τήν τε χώραν καὶ τὴν πόλιν ἐγχειρίσαι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi