Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

26.2 ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι τοῖς στρατηγοῖς τὴν ταχίστην ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστʼ εὐζώνους, ὅπως, ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων.
26.3 τέλος δὲ πρὸς τὴν ἐλευθερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῷ κατεστρατοπέδευσαν.
26.4 ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισθέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆθος οἴνου τε καὶ τῶν ἄλλων ἐπιτηδείων. διόπερ τῆς δυνάμεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων πυθόμενοι τὴν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ῥᾳθυμίαν καὶ μέθην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίθεσιν ἐποιήσαντο.
26.5 προσπεσόντες δὲ συντεταγμένοι μὲν ἀσυντάκτοις, ἕτοιμοι δʼ ἀπαρασκεύοις, τῆς τε παρεμβολῆς ἐκράτησαν καὶ τῶν στρατιωτῶν πολλοὺς ἀνελόντες τοὺς ἄλλους μέχρι τῆς πόλεως κατεδίωξαν.
26.6 μετὰ δὲ ταῦτα ὁ μὲν βασιλεὺς Γαλαιμένην τὸν ἀδελφὸν τῆς γυναικὸς ἀποδείξας στρατηγόν, αὐτὸς τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν ἐποιεῖτο· οἱ δʼ ἀποστάται κατὰ τὸ πεδίον τὸ πρὸ τῆς πόλεως παραταξάμενοι δυσὶ μάχαις ἐνίκησαν τοὺς Ἀσσυρίους, καὶ τόν τε Γαλαιμένην ἀνεῖλον καὶ τῶν ἀντιταξαμένων τοὺς μὲν ἐν τῇ φυγῇ κατέσφαξαν, τοὺς δʼ ἀποκλεισθέντας τῆς εἰς τὴν πόλιν ἐπανόδου καὶ συναναγκασθέντας ἑαυτοὺς ῥιπτεῖν εἰς τὸν Εὐφράτην ποταμὸν πλὴν ὀλίγων ἅπαντας ἀνεῖλον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi