Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

41.4 σαρκοφαγεῖ δʼ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζῴων τὰ προσπελάζοντα τῷ ποταμῷ. καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δʼ ὄνυξι δεινῶς σπαράττει, καὶ τὸ διαιρεθὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον.
43.4 τούτων δὲ προσαγομένων τὰς πόλεις Ἀκαρνᾶνες ἀλλοτρίως ἔχοντες πρὸς Αἰτωλοὺς ἐνέβαλον εἰς τὴν Αἰτωλίαν καὶ τήν τε χώραν ἐδῄουν καὶ τὰς πόλεις ἐπολιόρκουν.
40.5 τοῦ δὲ Παυσανίου φήσαντος μεταμελεῖσθαι καὶ συγγνώμην αἰτουμένου τοῖς ἀγνοηθεῖσιν, ἔτι δὲ δεηθέντος ὅπως συγκρύψῃ, καὶ δωρεὰς μεγάλας ὑπισχνουμένου, αὐτοὶ μὲν διελύθησαν, οἱ δʼ ἔφοροι καὶ οἱ μετʼ αὐτῶν ἀκριβῶς μαθόντες τἀληθὲς τότε μὲν ἡσυχίαν ἔσχον, ὕστερον δὲ τῶν Λακεδαιμονίων τοῖς ἐφόροις συλλαμβανόντων, προαισθόμενος ἔφθασε καὶ κατέφυγεν εἰς ἱερὸν τὸ τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου.
41.5 ἐθηρεύετο δὲ ταῦτα τὰ ζῷα τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδελεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχθῦς, ποτὲ δʼ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν.
43.5 οἱ δὲ Αἰτωλοὶ πυθόμενοι τὰς ἰδίας πατρίδας κινδυνεύειν τοὺς μὲν ἄλλους στρατιώτας ἀπέλιπον ἐν Θετταλίᾳ, Μένωνα τὸν Φαρσάλιον ἐπιστήσαντες στρατηγόν, αὐτοὶ δὲ τοὺς πολιτικοὺς ἀναλαβόντες ἧκον συντόμως εἰς τὴν Αἰτωλίαν καὶ τοὺς Ἀκαρνᾶνας καταπληξάμενοι τὰς πατρίδας ἠλευθέρωσαν τῶν κινδύνων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi