Kitap 2
ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι. ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο καμήλους τὰς πεζῇ παρακομιζούσας τὰ σκάφη. ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων εἴδωλα κάμηλοι, καθότι προείρηται· πρὸς δʼ αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων.
τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς ὁ τῶν Μακεδόνων βασιλεύς, ὅτε πρὸς Ῥωμαίους ἔμελλε διακινδυνεύειν ἔχοντας ἐκ Λιβύης ἐλέφαντας. ἀλλʼ οὔτʼ ἐκείνῳ ῥοπὴν ἐνεγκεῖν εἰς τὸν πόλεμον συνέβη τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φιλοτεχνίαν οὔτε Σεμιράμιδι· περὶ ὧν ἀκριβέστερον ὁ προϊὼν λόγος δηλώσει.
ὁ δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνθανόμενος τά τε μεγέθη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερθέσθαι τὴν Σεμίραμιν.
καὶ πρῶτον μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια· ἡ γὰρ Ἰνδικὴ παρά τε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆθος, οὗ τὸ πάχος οὐκ ἂν ῥᾳδίως ἄνθρωπος περιλάβοι· λέγεται δὲ καὶ τὰς ἐκ τούτων κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν,
οὔσης ἀσήπτου ταύτης τῆς ὕλης. ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικὴν ἤθροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχθείσης.
ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν καὶ πολλαπλασιάσας τοὺς προϋπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς·
διὸ %5καὶ συνέβαινε κατὰ τὴν ἔφοδον αὐτῶν διά τε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον %5ἀνθρωπίνῃ φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν.
ἐπεὶ δʼ αὐτῷ πάντα τὰ πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθʼ ὁδὸν οὖσαν ἀπέστειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα· πολλὰ δὲ καὶ ἄρρητα κατʼ αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῷ προσηλώσειν.
ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν πειράσεσθαι τῆς περὶ αὐτὴν ἀρετῆς. ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρεγενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα.
διόπερ καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπιβατῶν συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν.
ἐπὶ πολὺν δὲ χρόνον τοῦ κινδύνου παρατείνοντος καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον ἡ Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δʼ αἰχμαλώτους μαλώτους οὐκ ὀλίγους.
ἐπαρθεῖσα δὲ τῇ νίκῃ τὰς ἐν τῷ ποταμῷ νήσους καὶ πόλεις ἐξηνδραποδίσατο, καὶ συνήγαγεν αἰχμαλώτων σωμάτων ὑπὲρ τὰς δέκα μυριάδας. μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς ἀπήγαγε τὴν δύναμιν ἀπὸ τοῦ ποταμοῦ, προσποιούμενος μὲν ἀναχωρεῖν διὰ φόβον, τῇ δʼ ἀληθείᾳ βουλόμενος τοὺς πολεμίους προτρέψασθαι διαβῆναι τὸν ποταμόν.
ἡ δὲ Σεμίραμις, κατὰ νοῦν αὐτῇ τῶν πραγμάτων προχωρούντων, ἔζευξε τὸν ποταμὸν κατασκευάσασα πολυτελῆ καὶ μεγάλην γέφυραν, διʼ ἧς ἅπασαν διακομίσασα τὴν δύναμιν ἐπὶ μὲν τοῦ ζεύγματος φυλακὴν κατέλιπεν ἀνδρῶν ἑξακισμυρίων, τῇ δʼ ἄλλῃ στρατιᾷ προῆγεν ἐπιδιώκουσα τοὺς Ἰνδούς, προηγουμένων τῶν εἰδώλων, ὅπως οἱ τῷν πολεμίων κατάσκοποι τῷ βασιλεῖ ἀπαγγείλωσι τὸ πλῆθος τῶν παρʼ αὐτῇ θηρίων.
οὐ διεψεύσθη δὲ κατά γε τοῦτο τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῇ συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων.
οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον· τῶν γὰρ παρὰ τῇ Σεμιράμιδι στρατευομένων τινὲς κατελήφθησαν νυκτὸς ἐν τῇ στρατοπεδείᾳ ῥᾳθυμοῦντες τὰ περὶ τὰς φυλακάς· φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολεμίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν. ἐφʼ οἷς θαρρήσας ὁ τῶν Ἰνδῶν βασιλεὺς καὶ τῇ δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέστρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν.
τὸ δʼ αὐτὸ καὶ τῆς Σεμιράμιδος ἐπιτελούσης, ὡς ἤγγισαν ἀλλήλοις τὰ στρατόπεδα, Σταβροβάτης ὁ τῶν Ἰνδῶν βασιλεὺς προαπέστειλε πολὺ πρὸ τῆς φάλαγγος τοὺς ἱππεῖς μετὰ τῶν ἁρμάτων.
δεξαμένης δὲ τῆς βασιλίσσης εὐρώστως τὴν ἔφοδον τῶν ἱππέων, καὶ τῶν κατεσκευασμένων ἐλεφάντων πρὸ τῆς φάλαγγος ἐν ἴσοις διαστήμασι τεταγμένων, συνέβαινε πτύρεσθαι τοὺς τῶν Ἰνδῶν ἵππους.
τὰ γὰρ εἴδωλα πόρρωθεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληθινοῖς θηρίοις, οἷς συνήθεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεθαρρηκότως προσίππευον· τοῖς δʼ ἐγγίσασιν ἥ τε ὀσμὴ προσέβαλλεν ἀσυνήθης καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα παμμεγέθη ἃ τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε. διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζῴων ἀπειθούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων.
ἡ δὲ Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῷ προτερήματι δεξιῶς χρησαμένη τοὺς Ἰνδοὺς ἐτρέψατο. ὧν φυγόντων πρὸς τὴν φάλαγγα Σταβροβάτης ὁ βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δʼ ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου θηρίου ποιούμενος ἐπήγαγε καταπληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατʼ αὐτὸν τυχικῶς τεταγμένην.
τὸ δʼ αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων ἡ μετὰ τῆς Σεμιράμιδος δύναμις βραχὺν ὑπέστη χρόνον τὴν τῶν θηρίων ἔφοδον· τὰ γὰρ ζῷα διάφορα ταῖς ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιθότα πάντα τὸν ὑφιστάμενον ῥᾳδίως ἀνῄρει.
διόπερ πολὺς καὶ παντοῖος ἐγίνετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν ἀναρριπτουμένων. συχνοῦ δὲ πλήθους νεκρῶν σωρευομένου καὶ τοῦ κινδύνου τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς τάξεως ἐτόλμα.
τραπέντος οὖν τοῦ πλήθους παντὸς ὁ βασιλεὺς τῶν Ἰνδῶν ἐπʼ αὐτὴν ἐβιάζετο τὴν Σεμίραμιν. καὶ τὸ μὲν πρῶτον ἐπʼ ἐκείνην τοξεύσας ἔτυχε τοῦ βραχίονος, ἔπειτʼ ἀκοντίσας διήλασε διὰ τοῦ νώτου τῆς βασιλίσσης, πλαγίας ἐνεχθείσης τῆς πληγῆς· διόπερ οὐδὲν παθοῦσα δεινὸν ἡ Σεμίραμις ταχέως ἀφίππευσε, πολὺ λειπομένου κατὰ τὸ τάχος τοῦ διώκοντος θηρίου.
πάντων δὲ φευγόντων ἐπὶ τὴν σχεδίαν, τοσούτου πλήθους εἰς ἕνα καὶ στενὸν βιαζομένου τόπον οἱ μὲν τῆς βασιλίσσης ὑπʼ ἀλλήλων ἀπέθνησκον συμπατούμενοι καὶ φυρόμενοι παρὰ φύσιν ἀναμὶξ ἱππεῖς τε καὶ πεζοί, τῶν δὲ Ἰνδῶν ἐπικειμένων ὠσμὸς ἐγίνετο βίαιος ἐπὶ τῆς γεφύρας διὰ τὸν φόβον, ὥστε πολλοὺς ἐξωθουμένους ἐφʼ ἑκάτερα μέρη τῆς γεφύρας ἐμπίπτειν εἰς τὸν ποταμόν.
ἡ δὲ Σεμίραμις, ἐπειδὴ τὸ πλεῖστον μέρος τῶν ἀπὸ τῆς μάχης διασωζομένων διὰ τὸν ποταμὸν ἔτυχε τῆς ἀσφαλείας, ἀπέκοψε τοὺς συνέχοντας δεσμοὺς τὴν γέφυραν· ὧν λυθέντων ἡ μὲν σχεδία κατὰ πολλὰ διαιρεθεῖσα μέρη καὶ συχνοὺς ἐφʼ ἑαυτῆς ἔχουσα τῶν διωκόντων Ἰνδῶν ὑπὸ τῆς τοῦ ῥεύματος σφοδρότητος ὡς ἔτυχε κατηνέχθη, καὶ πολλοὺς μὲν τῶν Ἰνδῶν διέφθειρε, τῇ δὲ Σεμιράμιδι πολλὴν ἀσφάλειαν παρεσκεύασε, κωλύσασα τὴν τῶν πολεμίων ἐπʼ αὐτὴν διάβασιν.
μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Ἰνδῶν βασιλεύς, διοσημιῶν αὐτῷ γενομένων καὶ τῶν μάντεων ἀποφαινομένων σημαίνεσθαι τὸν ποταμὸν μὴ διαβαίνειν, ἡσυχίαν ἔσχεν, ἡ δὲ Σεμίραμις ἀλλαγὴν ποιησαμένη τῶν αἰχμαλώτων ἐπανῆλθεν εἰς Βάκτρα, δύο μέρη τῆς δυνάμεως ἀποβεβληκυῖα.
μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ οἱοῦ διʼ εὐνούχου τινὸς ἐπιβουλευθεῖσα, καὶ τὸ παρʼ Ἄμμωνος λόγιον ἀνανεωσαμένη, τὸν ἐπιβουλεύσαντα κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῷ παραδοῦσα καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν, ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη.
ἔνιοι δὲ μυθολογοῦντές φασιν αὐτὴν γενέσθαι περιστεράν, καὶ πολλῶν ὀρνέων εἰς τὴν οἰκίαν καταπετασθέντων μετʼ ἐκείνων ἐκπετασθῆναι· διὸ καὶ τοὺς Ἀσσυρίους τὴν περιστερὰν τιμᾶν ὡς θεόν, ἀπαθανατίζοντας τὴν Σεμίραμιν. αὕτη μὲν οὖν βασιλεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ἑξήκοντα δύο, βασιλεύσασα δὲ δύο πρὸς τοῖς τετταράκοντα.
Κτησίας μὲν οὖν ὁ Κνίδιος περὶ Σεμιράμιδος τοιαῦθʼ ἱστόρηκεν· Ἀθήναιος δὲ καί τινες τῶν ἄλλων συγγραφέων φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ, καὶ διὰ τὸ κάλλος ἐρωτικῶς ἔχειν αὐτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων.
τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένθʼ ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας.
τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τό τε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ· τῇ δʼ ὑστεραίᾳ τοῦ τε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν θεραπευόντων τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτήν, αὐτὴν δὲ φύσει μεγαλεπίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασθαι. περὶ μὲν οὖν τῶν κατὰ τὴν Σεμίραμιν τοιαύτας ἀντιλογίας εἶναι συμβαίνει παρὰ τοῖς συγγραφεῦσι.
μετὰ δὲ τὸν ταύτης θάνατον Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς ζηλώσας.
πρῶτον μὲν γὰρ ἐν τοῖς βασιλείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπʼ οὐδενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων, ἐζήλου δὲ τρυφὴν καὶ ῥᾳθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐδαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσθαι ταῖς ἡδοναῖς ἀνεπικωλύτως.
πρὸς δὲ τὴν ἀσφάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατʼ ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους ἑκάστου,
καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστου τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα· τοῦ δʼ ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας.
οὗ συντελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπεπλῆχθαι, θεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίθρῳ στρατοπεδευομένας καὶ τοῖς ἀφισταμένοις ἢ μὴ
πειθαρχοῦσιν ἑτοίμην οὖσαν τιμωρίαν. τὰς δὲ κατʼ ἐνιαυτὸν ἀλλαγὰς τῶν στρατιωτῶν ἐπενόησεν, ἵνα πρὶν ἢ καλῶς γνωσθῆναι τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους ἅπαντας ὑπʼ ἀλλήλων, ἕκαστος εἰς τὴν ἰδίαν διαχωρίζηται πατρίδα· ὁ γὰρ πολὺς χρόνος τῆς στρατείας ἐμπειρίαν τε τῶν κατὰ τὸν πόλεμον καὶ φρόνημα τοῖς ἡγεμόσι περιτίθησι, καὶ τὸ πλεῖστον ἀφορμὰς παρέχεται μεγάλας πρὸς ἀπόστασιν καὶ συνωμοσίαν κατὰ τῶν ἡγουμένων.
τὸ δὲ μηδʼ ὑφʼ ἑνὸς τῶν ἔξωθεν θεωρεῖσθαι τῆς μὲν περὶ αὐτὸν τρυφῆς ἄγνοιαν παρείχετο πᾶσι, καθάπερ δὲ θεὸν ἀόρατον διὰ τὸν φόβον ἕκαστος οὐδὲ λόγῳ βλασφημεῖν ἐτόλμα. στρατηγοὺς δὲ καὶ σατράπας καὶ διοικητάς, ἔτι δὲ δικαστὰς καθʼ ἕκαστον ἔθνος ἀποδείξας καὶ τἄλλα πάντα διατάξας ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, τὸν τοῦ ζῆν χρόνον κατέμεινεν ἐν τῇ Νίνῳ.
παραπλησίως δὲ τούτῳ καὶ οἱ λοιποὶ βασιλεῖς, παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν ἀρχήν, ἐπὶ γενεὰς τριάκοντα ἐβασίλευσαν μέχρι Σαρδαναπάλλου· ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους, ἔτη διαμείνασα πλείω τῶν χιλίων καὶ τριακοσίων ἔτι δʼ ἑξήκοντα, καθάπερ φησὶ Κτησίας ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ.
τὰ δʼ ὀνόματα πάντα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν ὧν ἕκαστος ἐβασίλευσεν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπʼ αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον. μόνη γὰρ τέτευχεν ἀναγραφῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπʼ Ἀσσυρίων,
ἧς ἐστρατήγει Μέμνων ὁ Τιθωνοῦ. Τευτάμου γὰρ βασιλεύοντος τῆς Ἀσίας, ὃς ἦν εἰκοστὸς ἀπὸ Νινύου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετʼ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι, τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας τῶν Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων. καὶ τὸν μὲν Πρίαμον βαρυνόμενον τῷ πολέμῳ καὶ βασιλεύοντα τῆς Τρῳάδος, ὑπήκοον δʼ ὄντα τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πέμψαι πρὸς αὐτὸν πρεσβευτὰς περὶ βοηθείας· τὸν δὲ Τεύταμον μυρίους μὲν Αἰθίοπας, ἄλλους δὲ τοσούτους Σουσιανοὺς σὺν ἅρμασι διακοσίοις ἐξαποστεῖλαι, στρατηγὸν ἐπικαταστήσαντα Μέμνονα τὸν Τιθωνοῦ.