Kitap 2
23.3
αἰσχύνης οὐδὲν ὅλως φροντίζων. ἐπὶ τοσοῦτο δὲ προήχθη τρυφῆς καὶ τῆς αἰσχίστης ἡδονῆς καὶ ἀκρασίας ὥστʼ ἐπικήδειον εἰς αὑτὸν ποιῆσαι καὶ παραγγεῖλαι τοῖς διαδόχοις τῆς ἀρχῆς μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἐπὶ τὸν τάφον ἐπιγράψαι τὸ συγγραφὲν μὲν ὑπʼ ἐκείνου βαρβαρικῶς, μεθερμηνευθὲν δὲ ὕστερον ὑπό τινος Ἕλληνος, εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.
23.4
τοιοῦτος δʼ ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέτρεψε, πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων.
24.1
Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατʼ ἐνιαυτὸν ἐκπεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῷ στρατηγῷ τῶν Βαβυλωνίων, ὑπʼ ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν.
24.2
ἦν δʼ οὗτος ὄνομα μὲν Βέλεσυς, τῶν δʼ ἱερέων ἐπισημότατος, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους. ἐμπειρίαν οὖν ἔχων μεγίστην ἀστρολογίας τε καὶ μαντικῆς προέλεγε τοῖς πολλοῖς τὸ ἀποβησόμενον ἀδιαπτώτως· διὸ καὶ θαυμαζόμενος ἐπὶ τούτοις τῷ στρατηγῷ τῶν Μήδων ὄντι φίλῳ προεῖπεν ὅτι πάντως αὐτὸν δεῖ βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος.