Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

38.2 τῶν δὲ Συρακοσίων τὰς μὲν πολυτελεῖς ἐκφορὰς νόμῳ καταλελυκότων καὶ τὰς εἰωθυίας δαπάνας εἰς τοὺς τελευτῶντας γίνεσθαι περιῃρηκότων, ἐγγεγραμμένων δὲ ἐν τῷ νόμῳ καὶ τῶν παντελῶς λιτῶν ἐνταφίων, ὁ βασιλεὺς Γέλων βουλόμενος τὴν τοῦ δήμου σπουδὴν ἐν ἅπασι διαφυλάττειν, τὸν περὶ τῆς ταφῆς νόμον ἐφʼ ἑαυτοῦ βέβαιον ἐτήρησεν·
40.8 τοῦ δὲ σύμπαντος λαοῦ τὸ μὲν παλαιόν φασι γεγονέναι περὶ ἑπτακοσίας μυριάδας, καὶ καθʼ ἡμᾶς δὲ οὐκ ἐλάττους εἶναι τριακοσίων.
31.4 μεγάλης δὲ γενομένης διαιρέσεως καὶ σφαλείσης τῆς βάσεως ὁ μὲν πληγεὶς παραλελυμένος ἔκειτο, κωλυόμενος ὑπὸ τοῦ τραύματος διαναστῆναι· ὅμως δὲ τῆς εὐψυχίας ὑπεραγούσης τὴν τοῦ σώματος ἐλάττωσιν ἐν γόνασι βεβηκὼς ἔτρωσε τὸν ἀντίπαλον εἴς τε τὸν βραχίονα καὶ τοὺς μηροὺς τρισὶ πληγαῖς.
34.3 ὑπὸ γὰρ ἀρρωστίας συνεχόμενος καὶ τὸ ζῆν ἀπελπίσας, τὴν μὲν βασιλείαν παρέδωκεν Ἱέρωνι τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν, περὶ δὲ τῆς ἑαυτοῦ ταφῆς ἐνετείλατο διαστελλόμενος ἀκριβῶς τηρῆσαι τὸ νόμιμον. διὸ καὶ τελευτήσαντος αὐτοῦ τὴν ἐκφορὰν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνετέλεσεν ὁ διαδεξάμενος τὴν βασιλείαν.
40.9 διὸ καὶ τοὺς ἀρχαίους βασιλεῖς ἱστοροῦσι κατὰ τὴν Αἴγυπτον ἔργα μεγάλα καὶ θαυμαστὰ διὰ τῆς πολυχειρίας κατασκευάσαντας ἀθάνατα τῆς ἑαυτῶν δόξης ἀπολιπεῖν ὑπομνήματα. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν, περὶ δὲ τῆς τοῦ ποταμοῦ φύσεως καὶ τῶν κατὰ τὴν χώραν ἰδιωμάτων νῦν διέξιμεν.
31.5 οὐδεμιᾶς δʼ οὔσης πληγῆς καιρίου καὶ τῶν τραυμάτων ἔτι θερμῶν ὄντων ὁ Εὐμενὴς δευτέραν πληγὴν ἐπὶ τὸν τράχηλον ἐπενέγκας ἀπέκτεινε τὸν Νεοπτόλεμον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi