Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

37.2 καθόλου γὰρ μένοντας αὐτοὺς ἐπὶ τῆς Ἀσίας τοὺς μὲν πολεμίους ὁμόρους ἕξειν, πολὺ ταῖς δυνάμεσιν ὑπερέχοντας, τοὺς δὲ συμμάχους ὄντας διαποντίους μὴ δυνήσεσθαι τὰς βοηθείας εὐκαίρους αὐτοῖς ποιήσασθαι. οἱ δὲ Αἰολεῖς καὶ οἱ Ἴωνες ἀκούσαντες τῶν ἐπαγγελιῶν ἔγνωσαν πείθεσθαι τοῖς Ἕλλησι, καὶ παρεσκευάζοντο πλεῖν μετʼ αὐτῶν εἰς τὴν Εὐρώπην.
39.1 ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τῶν ἀπὸ τῆς χέρσου τριῶν μερῶν τῶν ὀχυρούντων τὴν Αἴγυπτον διήλθομεν, προσθήσομεν τοῖς εἰρημένοις τὸ λειπόμενον.
35.3 πάντων δὲ προθύμων γενομένων ἐξέταξε τὴν δύναμιν, τοῦ μὲν δεξιοῦ κέρατος αὐτὸς ἡγούμενος, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν παραδοὺς Νεοπτολέμῳ.
37.3 οἱ δʼ Ἀθηναῖοι μετανοήσαντες εἰς τοὐναντίον πάλιν μένειν συνεβούλευον, λέγοντες ὅτι κἂν μηδεὶς αὐτοῖς τῶν ἄλλων Ἑλλήνων βοηθῇ, μόνοι Ἀθηναῖοι συγγενεῖς ὄντες βοηθήσουσιν· ὑπελάμβανον δὲ ὅτι κοινῇ κατοικισθέντες ὑπὸ τῶν Ἑλλήνων οἱ Ἴωνες οὐκέτι μητρόπολιν ἡγήσονται τὰς Ἀθήνας. διόπερ συνέβη μετανοῆσαι τοὺς Ἴωνας καὶ κρῖναι μένειν ἐπὶ τῆς Ἀσίας.
39.2 ἡ τετάρτη τοίνυν πλευρὰ πᾶσα σχεδὸν ἀλιμένῳ θαλάττῃ προσκλυζομένη προβέβληται τὸ Αἰγύπτιον πέλαγος, ὃ τὸν μὲν παράπλουν ἔχει μακρότατον, τὴν δʼ ἀπόβασιν τὴν ἐπὶ τὴν χώραν δυσπροσόρμιστον· ἀπὸ γὰρ Παραιτονίου τῆς Λιβύης ἕως Ἰόπης τῆς ἐν τῇ Κοίλῃ Συρίᾳ, ὄντος τοῦ παράπλου σταδίων σχεδὸν πεντακισχιλίων, οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ λιμένα πλὴν τοῦ Φάρου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi