Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

 
τάδε ἔνεστιν ἐν τῇ δευτέρᾳ τῶν Διοδώρου βίβλων.
 
περὶ Νίνου τοῦ πρώτου βασιλεύσαντος κατὰ τὴν Ἀσίαν καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων.
 
περὶ τῆς Σεμιράμιδος γενέσεως καὶ τῆς περὶ αὐτὴν αὐξήσεως.
 
ὡς Νίνος ὁ βασιλεὺς ἔγημε τὴν Σεμίραμιν διὰ τὴν ἀρετὴν αὐτῆς.
 
ὡς Σεμίραμις τελευτήσαντος Νίνου διαδεξαμένη τὴν βασιλείαν πολλὰς καὶ μεγάλας πράξεις ἐπετελέσατο. 5
 
κτίσις Βαβυλῶνος καὶ τῆς κατʼ αὐτὴν κατασκευῆς ἀπαγγελία.
 
περὶ τοῦ κρεμαστοῦ λεγομένου κήπου καὶ τῶν ἄλλων τῶν κατὰ τὴν Βαβυλωνίαν παραδόξων.
 
στρατεία Σεμιράμιδος εἰς Αἴγυπτον καὶ Αἰθιοπίαν, ἔτι δὲ τὴν Ἰνδικήν.
 
περὶ τῶν ἀπογόνων ταύτης καὶ τῶν βασιλευσάντων κατὰ τὴν Ἀσίαν καὶ τῆς κατʼ αὐτοὺς τρυφῆς τε καὶ ῥᾳθυμίας.
 
ὡς ἔσχατος Σαρδανάπαλλος ὁ βασιλεὺς διὰ τρυφὴν ἀπέβαλε τὴν ἀρχὴν ὑπὸ Ἀρβάκου τοῦ Μήδου. 10
 
περὶ τῶν Χαλδαίων καὶ τῆς παρατηρήσεως τῶν ἄστρων.
 
περὶ τῶν βασιλέων τῶν κατὰ τὴν Μηδίαν καὶ τῆς περὶ τούτων διαφωνίας παρὰ τοῖς ἱστοριογράφοις.
 
περὶ τοποθεσίας τῆς Ἰνδικῆς καὶ τῶν κατὰ τὴν χώραν φυομένων καὶ τῶν παρʼ Ἰνδοῖς νομίμων.
 
περὶ Σκυθῶν καὶ Ἀμαζόνων καὶ Ὑπερβορέων.
 
περὶ τῆς Ἀραβίας καὶ τῶν κατʼ αὐτὴν φυομένων καὶ μυθολογουμένων. 15
 
περὶ τῶν νήσων τῶν ἐν τῇ μεσημβρίᾳ κατὰ τὸν ὠκεανὸν εὑρεθεισῶν.
 
ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατʼ Αἴγυπτον πράξεις· ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν θεῶν παρʼ Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφʼ ἑκάστου πραχθέντα. ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
 
ἔπειτα διήλθομεν περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων, ἔτι δὲ τῶν ἀφιερωμένων ζῴων παρʼ Αἰγυπτίοις τὰ θαυμαζόμενα, πρὸς δὲ τούτοις τὰ περὶ τῶν τετελευτηκότων νόμιμα, καὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.
 
ἐν ταύτῃ δʼ ἀναγράψομεν τὰς κατὰ τὴν Ἀσίαν γενομένας πράξεις ἐν τοῖς ἀρχαίοις χρόνοις, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν Ἀσσυρίων ἡγεμονίας ποιησάμενοι.
 
τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πρᾶξις ἐπίσημος οὔτε ὄνομα μνημονεύεται. πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο· περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεθα. γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς τῆς ἀρετῆς καθώπλισε τῶν νέων τοὺς κρατίστους· γυμνάσας δʼ αὐτοὺς πλείονα χρόνον συνήθεις ἐποίησε πάσῃ κακοπαθείᾳ καὶ πολεμικοῖς κινδύνοις.
 
συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, ἣ κατʼ ἐκείνους τοὺς χρόνους ἐδόκει πλήθειν ἀλκίμων ἀνδρῶν. ἔστι δὲ καὶ καθόλου τοῦτο τὸ ἔθνος φιλελεύθερον καὶ κατʼ οὐδένα τρόπον προσδεχόμενον ἔπηλυν ἡγεμόνα· διόπερ οὔθʼ οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον οὔθʼ οἱ τῶν Μακεδόνων, καίπερ πλεῖστον ἰσχύσαντες,
 
ἠδυνήθησαν τοῦτο τὸ ἔθνος καταδουλώσασθαι. καθόλου γὰρ ἡ Ἀραβία δυσπολέμητός ἐστι ξενικαῖς δυνάμεσι διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον καὶ διειλημμένην φρέασι κεκρυμμένοις καὶ μόνοις τοῖς ἐγχωρίοις γνωριζομένοις.
 
ὁ δʼ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν· κατʼ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι· ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε τελεῖν κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηθέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε.
 
μετὰ δὲ ταῦτα πολλοῖς πλήθεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας κατεπλήξατο τοὺς ἐγχωρίους· διόπερ ὁ βασιλεὺς αὐτῶν Βαρζάνης, ὁρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσταττόμενον.
 
ὁ δὲ Νίνος μεγαλοψύχως αὐτῷ χρησάμενος τῆς τε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῷ σφετέρῳ στρατοπέδῳ. ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν.
 
ὁ δὲ ταύτης βασιλεὺς Φάρνος παραταξάμενος ἀξιολόγῳ δυνάμει καὶ λειφθείς, τῶν τε στρατιωτῶν τοὺς πλείους ἀπέβαλε καὶ αὐτὸς μετὰ τέκνων ἑπτὰ καὶ γυναικὸς αἰχμάλωτος ληφθεὶς ἀνεσταυρώθη.
 
οὕτω δὲ τῶν πραγμάτων τῷ Νίνῳ προχωρούντων δεινὴν ἐπιθυμίαν ἔσχε τοῦ καταστρέψασθαι τὴν Ἀσίαν ἅπασαν τὴν ἐντὸς Τανάιδος καὶ Νείλου· ὡς ἐπίπαν γὰρ τοῖς εὐτυχοῦσιν ἡ τῶν πραγμάτων εὔροια τὴν τοῦ πλείονος ἐπιθυμίαν παρίστησι. διόπερ τῆς μὲν Μηδίας σατράπην ἕνα τῶν περὶ αὑτὸν φίλων κατέστησεν, αὐτὸς δʼ ἐπῄει τὰ κατὰ τὴν Ἀσίαν ἔθνη καταστρεφόμενος, καὶ χρόνον ἑπτακαιδεκαετῆ καταναλώσας πλὴν Ἰνδῶν καὶ Βακτριανῶν τῶν ἄλλων ἁπάντων κύριος ἐγένετο.
 
τὰς μὲν οὖν καθʼ ἕκαστα μάχας ἢ τὸν ἀριθμὸν ἁπάντων τῶν καταπολεμηθέντων οὐδεὶς τῶν συγγραφέων ἀνέγραψε, τὰ δʼ ἐπισημότατα τῶν ἐθνῶν ἀκολούθως Κτησίᾳ τῷ Κνιδίῳ πειρασόμεθα συντόμως ἐπιδραμεῖν.
 
κατεστρέψατο μὲν γὰρ τῆς παραθαλαττίου καὶ τῆς συνεχοῦς χώρας τήν τε Αἴγυπτον καὶ Φοινίκην, ἔτι δὲ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν καὶ Λυκίαν, πρὸς δὲ ταύταις τήν τε Καρίαν καὶ Φρυγίαν καὶ Μυσίαν καὶ Λυδίαν, προσηγάγετο δὲ τήν τε Τρῳάδα καὶ τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν καὶ Προποντίδα καὶ Βιθυνίαν καὶ Καππαδοκίαν καὶ τὰ κατὰ τὸν Πόντον ἔθνη βάρβαρα κατοικοῦντα μέχρι Τανάιδος, ἐκυρίευσε δὲ τῆς τε Καδουσίων χώρας καὶ Ταπύρων, ἔτι δʼ Ὑρκανίων καὶ Δραγγῶν, πρὸς δὲ τούτοις Δερβίκων καὶ Καρμανίων καὶ Χωρομναίων, ἔτι δὲ Βορκανίων καὶ Παρθυαίων, ἐπῆλθε δὲ καὶ τὴν Περσίδα καὶ τὴν Σουσιανὴν καὶ τὴν καλουμένην Κασπιανήν, εἰς ἥν εἰσιν εἰσβολαὶ στεναὶ παντελῶς, διὸ καὶ προσαγορεύονται Κάσπιαι πύλαι.
 
πολλὰ δὲ καὶ ἄλλα τῶν ἐλαττόνων ἐθνῶν προσηγάγετο, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν. τῆς δὲ Βακτριανῆς οὔσης δυσεισβόλου καὶ πλήθη μαχίμων ἀνδρῶν ἐχούσης, ἐπειδὴ πολλὰ πονήσας ἄπρακτος ἐγένετο, τὸν μὲν πρὸς Βακτριανοὺς πόλεμον εἰς ἕτερον ἀνεβάλετο καιρόν, τὰς δὲ δυνάμεις ἀναγαγὼν εἰς τὴν Ἀσσυρίαν ἐξελέξατο τόπον εὔθετον εἰς πόλεως μεγάλης κτίσιν.
 
ἐπιφανεστάτας γὰρ πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος ἔσπευδε τηλικαύτην κτίσαι τὸ μέγεθος πόλιν ὥστε μὴ μόνον αὐτὴν εἶναι μεγίστην τῶν τότε οὐσῶν κατὰ πᾶσαν τὴν οἰκουμένην, ἀλλὰ μηδὲ τῶν μεταγενεστέρων ἕτερον ἐπιβαλόμενον ῥᾳδίως ἂν ὑπερθέσθαι.
 
τὸν μὲν οὖν τῶν Ἀράβων βασιλέα τιμήσας δώροις καὶ λαφύροις μεγαλοπρεπέσιν ἀπέλυσε μετὰ τῆς ἰδίας στρατιᾶς εἰς τὴν οἰκείαν, αὐτὸς δὲ τὰς πανταχόθεν δυνάμεις καὶ παρασκευὰς πάντων τῶν ἐπιτηδείων ἀθροίσας παρὰ τὸν Εὐφράτην ποταμὸν ἔκτισε πόλιν εὖ τετειχισμένην, ἑτερόμηκες αὐτῆς ὑποστησάμενος τὸ σχῆμα. εἶχε δὲ τῶν μὲν μακροτέρων πλευρῶν ἑκατέραν ἡ πόλις ἑκατὸν καὶ πεντήκοντα σταδίων, τῶν δὲ βραχυτέρων ἐνενήκοντα.
 
διὸ καὶ τοῦ σύμπαντος περιβόλου συσταθέντος ἐκ σταδίων τετρακοσίων καὶ ὀγδοήκοντα τῆς ἐλπίδος οὐ διεψεύσθη· τηλικαύτην γὰρ πόλιν οὐδεὶς ὕστερον ἔκτισε κατά τε τὸ μέγεθος τοῦ περιβόλου καὶ τὴν περὶ τὸ τεῖχος μεγαλοπρέπειαν. τὸ μὲν γὰρ ὕψος εἶχε τὸ τεῖχος ποδῶν ἑκατόν, τὸ δὲ πλάτος τρισὶν ἅρμασιν ἱππάσιμον ἦν· οἱ δὲ σύμπαντες πύργοι τὸν μὲν ἀριθμὸν ἦσαν χίλιοι καὶ πεντακόσιοι, τὸ δʼ ὕψος εἶχον ποδῶν διακοσίων.
 
κατῴκισε δʼ εἰς αὐτὴν τῶν μὲν Ἀσσυρίων τοὺς πλείστους καὶ δυνατωτάτους, ἀπὸ δὲ τῶν ἄλλων ἐθνῶν τοὺς βουλομένους. καὶ τὴν μὲν πόλιν ὠνόμασεν ἀφʼ ἑαυτοῦ Νίνον, τοῖς δὲ κατοικισθεῖσι πολλὴν τῆς ὁμόρου χώρας προσώρισεν.
 
ἐπεὶ δὲ μετὰ τὴν κτίσιν ταύτην ὁ Νίνος ἐστράτευσεν ἐπὶ τὴν Βακτριανήν, ἐν ᾗ Σεμίραμιν ἔγημε τὴν ἐπιφανεστάτην ἁπασῶν τῶν γυναικῶν ὧν παρειλήφαμεν, ἀναγκαῖόν ἐστι περὶ αὐτῆς προειπεῖν πῶς ἐκ ταπεινῆς τύχης εἰς τηλικαύτην προήχθη δόξαν.
 
κατὰ τὴν Συρίαν τοίνυν ἔστι πόλις Ἀσκάλων, καὶ ταύτης οὐκ ἄπωθεν λίμνη μεγάλη καὶ βαθεῖα πλήρης ἰχθύων. παρὰ δὲ ταύτην ὑπάρχει τέμενος θεᾶς ἐπιφανοῦς, ἣν ὀνομάζουσιν οἱ Σύροι Δερκετοῦν· αὕτη δὲ τὸ μὲν πρόσωπον ἔχει γυναικός, τὸ δʼ ἄλλο σῶμα πᾶν ἰχθύος διά τινας τοιαύτας αἰτίας.
 
μυθολογοῦσιν οἱ λογιώτατοι τῶν ἐγχωρίων τὴν Ἀφροδίτην προσκόψασαν τῇ προειρημένῃ θεᾷ δεινὸν ἐμβαλεῖν ἔρωτα νεανίσκου τινὸς τῶν θυόντων οὐκ ἀειδοῦς· τὴν δὲ Δερκετοῦν μιγεῖσαν τῷ Σύρῳ γεννῆσαι μὲν θυγατέρα, καταισχυνθεῖσαν δʼ ἐπὶ τοῖς ἡμαρτημένοις τὸν μὲν νεανίσκον ἀφανίσαι, τὸ δὲ παιδίον εἴς τινας ἐρήμους καὶ πετρώδεις τόπους ἐκθεῖναι· ἑαυτὴν δὲ διὰ τὴν αἰσχύνην καὶ λύπην ῥίψασαν εἰς τὴν λίμνην μετασχηματισθῆναι τὸν τοῦ σώματος τύπον εἰς ἰχθῦν· διὸ καὶ τοὺς Σύρους μέχρι τοῦ νῦν ἀπέχεσθαι τούτου τοῦ ζῴου καὶ τιμᾶν τοὺς ἰχθῦς ὡς θεούς.
 
περὶ δὲ τὸν τόπον ὅπου τὸ βρέφος ἐξετέθη πλήθους περιστερῶν ἐννεοττεύοντος παραδόξως καὶ δαιμονίως ὑπὸ τούτων τὸ παιδίον διατρέφεσθαι· τὰς μὲν γὰρ ταῖς πτέρυξι περιεχούσας τὸ σῶμα τοῦ βρέφους πανταχόθεν θάλπειν, τὰς δʼ ἐκ τῶν σύνεγγυς ἐπαύλεων, ὁπότε τηρήσειαν τούς τε βουκόλους καὶ τοὺς ἄλλους νομεῖς ἀπόντας, ἐν τῷ στόματι φερούσας γάλα διατρέφειν παρασταζούσας ἀνὰ μέσον τῶν χειλῶν.
 
ἐνιαυσίου δὲ τοῦ παιδίου γενομένου καὶ στερεωτέρας τροφῆς προσδεομένου, τὰς περιστερὰς ἀποκνιζούσας ἀπὸ τῶν τυρῶν παρέχεσθαι τροφὴν ἀρκοῦσαν. τοὺς δὲ νομεῖς ἐπανιόντας καὶ θεωροῦντας περιβεβρωμένους τοὺς τυροὺς θαυμάσαι τὸ παράδοξον· παρατηρήσαντας οὖν καὶ μαθόντας τὴν αἰτίαν εὑρεῖν τὸ βρέφος, διαφέρον τῲ κάλλει.
 
εὐθὺς οὖν αὐτὸ κομίσαντας εἰς τὴν ἔπαυλιν δωρήσασθαι τῷ προεστηκότι τῶν βασιλικῶν κτηνῶν, ὄνομα Σίμμᾳ· καὶ τοῦτον ἄτεκνον ὄντα τὸ παιδίον τρέφειν ὡς θυγάτριον μετὰ πάσης ἐπιμελείας, ὄνομα θέμενον Σεμίραμιν, ὅπερ ἐστὶ κατὰ τὴν τῶν Σύρων διάλεκτον παρωνομασμένον ἀπὸ τῶν περιστερῶν, ἃς ἀπʼ ἐκείνων τῶν χρόνων οἱ κατὰ Συρίαν ἅπαντες διετέλεσαν ὡς θεὰς τιμῶντες.
1 / 11 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi