Kitap 19
53.1
Κάσανδρος δὲ συστησάμενος ἱκανὴν δύναμιν ἀνέζευξεν ἐκ τῆς Μακεδονίας, σπεύδων Ἀλέξανδρον τὸν Πολυπέρχοντος ἐκβαλεῖν ἐκ τῆς Πελοποννήσου· οὗτος γὰρ ἦν λοιπὸς μετὰ δυνάμεως τῶν ἀντιπρασσόντων καὶ κατειλήφει πόλεις τε καὶ τόπους ἐπικαίρους. τὴν μὲν οὖν Θεσσαλίαν ἀσφαλῶς διῆλθεν, τὰς δʼ ἐν Πύλαις παρόδους εὑρὼν ὑπʼ Αἰτωλῶν φυλαττομένας μόγις τούτους βιασάμενος παρῆλθεν εἰς τὴν Βοιωτίαν.
53.2
μεταπεμψάμενος δὲ πανταχόθεν τοὺς διασωζομένους τῶν Θηβαίων ἐνεχείρει κατοικίζειν τὰς Θήβας, ὑπολαβὼν κάλλιστον ἔχειν καιρὸν πόλιν διωνομασμένην καὶ διὰ τὰς πράξεις καὶ διὰ τοὺς παραδεδομένους περὶ αὐτῆς μύθους ἀναστῆσαι καὶ διὰ τὴν εὐεργεσίαν ταύτην τυχεῖν ἀθανάτου δόξης.
53.3
συμβέβηκε δὲ τὴν πόλιν ταύτην πλείσταις καὶ μεγίσταις κεχρῆσθαι μεταβολαῖς, οὐκ ὀλιγάκις ἀνάστατον γεγενημένην· περὶ ὧν οὐκ ἀνοίκειον ἐν κεφαλαίοις εἰπεῖν.
53.4
μετὰ γὰρ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν Κάδμου κτίσαντος τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Καδμείαν συνῆλθεν ἐπʼ αὐτὴν λαὸς ὃν τινὲς μὲν Σπαρτὸν προσηγόρευσαν διὰ τὸ πανταχόθεν συναχθῆναι, τινὲς δὲ Θηβαγενῆ διὰ τὸ τὴν ἀρχὴν ἐκ τῆς προειρημένης πόλεως ὄντα διὰ τὸν κατακλυσμὸν ἐκπεσεῖν καὶ διασπαρῆναι.