Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

44.2 Εὐμενῆ δὲ παραδοὺς εἰς φυλακὴν ἐβουλεύετο πῶς αὐτῷ χρηστέον εἴη. ἔσπευδε γὰρ ἔχειν μεθʼ αὑτοῦ στρατηγὸν ἀγαθὸν καὶ χάριτος ὑπόχρεων, οὐ λίαν δʼ ἐπίστευεν αὐτοῦ ταῖς ἐπαγγελίαις διὰ τὴν πρὸς Ὀλυμπιάδα καὶ τοὺς βασιλεῖς φιλίαν· καὶ γὰρ πρότερον σωθεὶς ὑπʼ αὐτοῦ περὶ Νῶρα τῆς Φρυγίας οὐδὲν ἧττον τοῖς βασιλεῦσι προθυμότατα συνηγωνίσατο. ὁρῶν δὲ καὶ τὴν τῶν Μακεδόνων ὁρμὴν ἀπαραίτητον οὖσαν πρὸς τὴν κατʼ Εὐμενοῦς τιμωρίαν ἀνεῖλε τὸν ἄνδρα· διὰ δὲ τὴν προγεγενημένην φιλίαν καύσας τὸ σῶμα καὶ καταθέμενος εἰς ἀγγεῖον τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους ἀπέστειλεν.
44.3 ἀνήχθη δʼ ἐν τοῖς τραυματίαις αἰχμάλωτος καὶ ὁ τὰς ἱστορίας συνταξάμενος Ἱερώνυμος ὁ Καρδιανός, ὃς τὸν μὲν ἔμπροσθεν χρόνον ὑπʼ Εὐμενοῦς τιμώμενος διετέλεσεν, μετὰ δὲ τὸν ἐκείνου θάνατον ὑπʼ Ἀντιγόνου ἐτύγχανε φιλανθρωπίας καὶ πίστεως.
44.4 ὁ δʼ Ἀντίγονος τὴν δύναμιν ἅπασαν ἀναλαβὼν εἰς Μηδίαν αὐτὸς μὲν ἔν τινι κώμῃ παρεχείμασεν οὔσῃ πλησίον Ἐκβατάνων, ἐν ᾗ τῆς χώρας ἐκείνης ἐστὶ τὰ βασίλεια, τοὺς δὲ στρατιώτας ἐπιδιεῖλεν εἰς ἅπασαν τὴν σατραπείαν καὶ μάλιστα εἰς τὴν ἐπαρχίαν τὴν προσαγορευομένην Ῥάγας, ἣ ταύτην τὴν προσηγορίαν ἔσχεν ἀπὸ τῶν γενομένων περὶ αὐτὴν ἀτυχημάτων ἐν τοῖς ἔμπροσθεν χρόνοις·
44.5 πλείστας γὰρ ἔχουσα πόλεις τῶν ἐν ἐκείνοις τοῖς τόποις καὶ μάλιστʼ εὐδαιμονούσας τηλικούτους ἔσχε σεισμοὺς ὥστε καὶ τὰς πόλεις καὶ τοὺς ἐνοικοῦντας ἅπαντας ἀφανισθῆναι, καθόλου δὲ τὴν χώραν ἀλλοιωθῆναι καὶ ποταμοὺς ἀντὶ τῶν προϋπαρχόντων ἄλλους φανῆναι καὶ λίμνας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi