Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

40.4 ἐπὶ δὲ τὸ δεξιὸν κέρας τάξας τῶν ἱππέων καὶ τῶν ἐλεφάντων τοὺς ἀσθενεστέρους ἀπέδειξεν ἡγεμόνα τῶν πάντων Φίλιππον· τούτῳ δὲ διεκελεύσατο φυγομαχεῖν καὶ τὴν ἀπὸ θατέρου μέρους κρίσιν ἀποθεωρεῖν. οἱ δὲ σύμπαντες ἦσαν μετʼ Εὐμενοῦς κατὰ τοῦτον τὸν καιρὸν πεζοὶ μὲν τρισμύριοι ἑξακισχίλιοι ἑπτακόσιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
41.1 μικρὸν δὲ πρὸ τῆς παρατάξεως Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων στρατηγὸς ἔπεμψεν ἕνα τῶν Μακεδόνων ἱππέων ἐπὶ τὴν φάλαγγα τῶν ἐναντίων, προστάξας πλησίον παραγενόμενον ἀναβοῆσαι. οὗτος δὲ προσιππεύσας μόνος εἰς φωνῆς ἀκοὴν, καθʼ ὃ μέρος ἡ φάλαγξ ἦν τῶν παρʼ Ἀντιγόνου Μακεδόνων, ἀνεβόησεν «Ἐπὶ τοὺς πατέρας, ὦ κακαὶ κεφαλαί, τοὺς μετὰ Φιλίππου καὶ Ἀλεξάνδρου τὰ ὅλα κατειργασμένους;» οὓς μετʼ ὀλίγον ὄψονται καὶ τῶν βασιλέων καὶ τῶν προγεγονότων ἀγώνων ἀξίους.
41.2 καὶ γὰρ ἐτύγχανον κατὰ τοῦτον τὸν καιρὸν τῶν ἀργυρασπίδων οἱ νεώτατοι μὲν περὶ τὰ ἑξήκοντα ἔτη, τῶν δʼ ἄλλων οἱ πλείους μὲν περὶ τὰ ἑβδομήκοντα, τινὲς δὲ καὶ πρεσβύτεροι, πάντες δὲ ταῖς ἐμπειρίαις καὶ ταῖς ῥώμαις ἀνυπόστατοι· τοσαύτη περὶ αὐτοὺς ἦν εὐχειρία καὶ τόλμα διὰ τὴν συνέχειαν τῶν κινδύνων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi