Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

32.2 μετὰ δὲ ταῦτα Προκλῆς ὁ τῶν Ναξίων ἀφηγούμενος ἐπαγγελιῶν μεγέθει πεισθεὶς παρέδωκε τὴν πατρίδα τῷ Διονυσίῳ· ὃς τὰς δωρεὰς ἀποδοὺς τῷ προδιδόντι καὶ τοὺς συγγενεῖς αὐτῷ χαρισάμενος τὴν πόλιν ἐξηνδραποδίσατο, καὶ τὰς μὲν κτήσεις ἐφῆκε τοῖς στρατιώταις διαρπάσαι, τὰ δὲ τείχη καὶ τὰς οἰκίας κατέσκαψεν.
32.3 παραπλησίως δὲ καὶ τοῖς Καταναίοις χρησάμενος ἐλαφυροπώλησε τοὺς αἰχμαλώτους ἐν Συρακούσαις. τὴν μὲν οὖν τῶν Ναξίων χώραν Σικελοῖς τοῖς ὁμοροῦσιν ἐδωρήσατο, τοῖς δὲ Καμπανοῖς τὴν πόλιν τῶν Καταναίων οἰκητήριον ἔδωκεν.
32.4 μετὰ δὲ ταῦτα ἐπὶ Λεοντίνους στρατεύσας ἁπάσῃ τῇ δυνάμει τὴν πόλιν περιεστρατοπέδευσε, καὶ πρὸς τοὺς ἔνδον διαπρεσβευσάμενος ἐκέλευσεν αὐτοὺς παραδιδόναι τὴν πόλιν καὶ μετέχειν τῆς ἐν Συρακούσαις πολιτείας. οἱ δὲ Λεοντῖνοι, βοήθειαν μὲν οὐδεμίαν ἕξειν προσδοκῶντες, τὰς δὲ Ναξίων καὶ Καταναίων συμφορὰς ἀναλογιζόμενοι, κατεπλήττοντο, φοβούμενοι μὴ τοῖς αὐτοῖς περιπέσωσι δυστυχήμασιν. διόπερ εἴξαντες τῷ καιρῷ συνεχώρησαν, καὶ τὴν πόλιν ἐκλιπόντες εἰς Συρακούσας μετῴκησαν.
111.1 Ἀρχωνίδης δʼ ὁ τῆς Ἑρβίτης ἐπιστάτης, ἐπειδὴ πρὸς Διονύσιον εἰρήνην ὁ δῆμος ὁ τῶν Ἑρβιταίων συνέθετο, διενοεῖτο κτίσαι πόλιν. εἶχε γὰρ μισθοφόρους τε πλείους καὶ σύμμικτον ὄχλον, ὃς τῷ πρὸς Διονύσιον πολέμῳ συνέδραμεν εἰς τὴν πόλιν· πολλοὶ δὲ καὶ τῶν ἀπόρων Ἑρβιταίων ἐπηγγέλλοντο αὐτῷ κοινωνήσειν τῆς ἀποικίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi