Kitap 19
38.4
τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δʼ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ. δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα.
38.5
οἱ δὲ διὰ τὸ παράδοξον καταπλαγέντες καὶ τῆς ὁδοιπορίας ἐπισχόντες ἐβουλεύοντο πῶς χρηστέον τοῖς προσηγγελμένοις· ἦν γὰρ ἐπικίνδυνον τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν.
38.6
ὑπολαβόντες δὲ προδοσίαν γεγενῆσθαι καὶ προακηκοότας τὸ μέλλον τοὺς πολεμίους ἠθροῖσθαι, τὸ μὲν ἐπʼ εὐθείας προάγειν ἀπέγνωσαν, εἰς δεξιὰ δὲ κλίναντες προῆγον ἐφʼ ἑκάτερα μέρη τῆς οἰκουμένης χώρας, βουλόμενοι τὴν δύναμιν ἐκ τῆς κακοπαθίας ἀναλαβεῖν.
39.1
Εὐμενὴς δὲ τὸν προειρημένον τρόπον καταστρατηγήσας τοὺς πολεμίους μετεπέμπετο πανταχόθεν τοὺς διερριμμένους τῶν στρατιωτῶν καὶ χειμάζοντας ἐν ταῖς κώμαις. βαλόμενος δὲ χάρακα καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὀχυρώσας ὑπεδέχετο μὲν τοὺς ἀεὶ καταντῶντας τῶν συμμάχων, ἐπλήρωσε δὲ τὴν στρατοπεδείαν πάντων τῶν ἐπιτηδείων.
39.2
ὁ δʼ Ἀντίγονος διελθὼν τὴν ἔρημον καὶ πυθόμενος παρὰ τῶν ἐγχωρίων σχεδὸν τὴν μὲν ἄλλην δύναμιν ἅπασαν συνεληλυθέναι τοῖς περὶ τὸν Εὐμενῆ, τοὺς δʼ ἐλέφαντας μέλλειν ἀναζευγνύειν ἐκ τῆς χειμασίας καὶ πλησίον εἶναι μεμονωμένους πάσης βοηθείας, ἀπέστειλεν ἐπʼ αὐτοὺς ἱππεῖς λογχοφόρους μὲν Μήδους δισχιλίους, Ταραντίνους δὲ διακοσίους, τῶν δὲ πεζῶν τοὺς ψιλοὺς ἅπαντας·