Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

28.3 ἐπὶ δὲ τοῦ δεξιοῦ κέρατος ἐξέταξε τοὺς ἱππεῖς, ἐχομένους μὲν τῆς φάλαγγος τοὺς ἐκ Καρμανίας ὀκτακοσίους, ὧν Τληπόλεμος σατράπης ἡγεῖτο, ἑξῆς δὲ τοὺς καλουμένους ἑταίρους ἐννακοσίους καὶ τὸ Πευκέστου καὶ Ἀντιγένους ἄγημα, τριακοσίους ἔχον ἱππεῖς μιᾷ περιειλημμένους εἴλῃ, ἐπʼ ἄκρου δὲ τοῦ κέρατος τὸ Εὐμενοῦς ἄγημα, τοὺς ἴσους ἔχον ἱππεῖς, καὶ τούτων πρόταγμα τῶν Εὐμενοῦς παίδων εἴλας δύο, συνεστηκυίας ἑκατέρας ἐξ ἱππέων πεντήκοντα, καὶ πλαγίας φυλαττούσας ἔξω τοῦ κέρατος εἴλας τέσσαρας, ἐν αἷς ἦσαν ἱππεῖς ἐπίλεκτοι διακόσιοι.
28.4 χωρὶς δὲ τούτων ἀπὸ πασῶν τῶν ἱππαρχιῶν ἐπιλελεγμένους τοῖς τάχεσι καὶ ταῖς ῥώμαις ἱππεῖς τριακοσίους ἔστησε κατόπιν τοῦ περὶ αὐτὸν ἀγήματος. παρὰ δὲ τὴν ὅλην τοῦ κέρατος τάξιν προέταξεν ἐλέφαντας τεσσαράκοντα. ἡ δὲ πᾶσα δύναμις ἦν τῶν περὶ τὸν Εὐμενῆ πεζοὶ μὲν τρισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι ἑκατόν, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
29.1 Ἀντίγονος δʼ ἐκ μετεώρων τόπων κατιδὼν τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην ἁρμοζόντως διεκόσμησε τὴν ἰδίαν δύναμιν. ὁρῶν γὰρ τὸ τῶν ἐναντίων δεξιὸν κέρας ὠχυρωμένον τοῖς τε θηρίοις καὶ τοῖς κρατίστοις τῶν ἱππέων ἀντέταξε τοὺς ἐλαφροτάτους τῶν ἱππέων, οἳ κατὰ στόμα μὲν ἤμελλον φυγομαχήσειν ἀραιοὶ διαστάντες, ἐκ μεταβολῆς δὲ διαγωνιεῖσθαι καὶ τούτῳ τῷ τρόπῳ ποιήσειν ἄπρακτον τῶν ἐναντίων τοῦτο τὸ μέρος ᾧ μάλιστα ἐπίστευον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi