Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

26.2 τῶν δὲ Δακεδαιμονίων προθύμως ἡγεμόνα δόντων τὸν αἰτούμενον καὶ τῶν Ταραντίνων χρήματα καὶ ναῦς ἀποστειλάντων ὁ μὲν Κλεώνυμος ἐπὶ Ταινάρῳ τῆς Λακωνικῆς ξενολογήσας στρατιώτας πεντακισχιλίους συντόμως κατέπλευσεν εἰς Τάραντα. ἐνταῦθα δὲ μισθοφόρους ἀθροίσας ἄλλους οὐκ ἐλάττους τῶν προτέρων κατέγραφε καὶ τοὺς πολιτικοὺς πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ δισχιλίους. προσελάβετο δὲ τῶν τε κατʼ Ἰταλίαν Ἑλλήνων τοὺς πλείστους καὶ τὸ τῶν Μεσσαπίων ἔθνος.
22.3 ᾠκοδόμησε δʼ ἐν αὐτῇ πολυτελῶς ὠχυρωμένην ἀκρόπολιν πρὸς τὰς αἰφνιδίους καταφυγάς, καὶ συμπεριέλαβε τῷ ταύτης τείχει τὰ πρὸς τῷ μικρῷ λιμένι τῷ Λακκίῳ καλουμένῳ νεώρια· ταῦτα δʼ ἑξήκοντα τριήρεις χωροῦντα πύλην εἶχε κλειομένην, διʼ ἧς κατὰ μίαν τῶν νεῶν εἰσπλεῖν συνέβαινεν.
26.3 ἁδρᾶς οὖν δυνάμεως περὶ αὐτὸν οὔσης οἱ μὲν Λευκανοὶ καταπλαγέντες φιλίαν ἐποιήσαντο πρὸς τοὺς Ταραντίνους, τῶν δὲ Μεταποντίνων οὐ προσεχόντων αὐτῷ τοὺς Λευκανοὺς ἔπεισεν ἐμβαλεῖν εἰς τὴν χώραν καὶ τῷ καιρῷ συνεπιθέμενος κατεπλήξατο τοὺς Μεταποντίνους. παρελθὼν δʼ εἰς τὴν πόλιν ὡς φίλος ἐπράξατο μὲν ἀργυρίου τάλαντα πλείω τῶν ἑξακοσίων, διακοσίας δὲ παρθένους τὰς ἐπιφανεστάτας ἔλαβεν εἰς ὁμηρίαν, οὐχ οὕτω τῆς περὶ τὴν πίστιν ἀσφαλείας χάριν, ὡς τῆς ἰδίας ἕνεκεν λαγνείας.
22.4 τῆς δὲ χώρας τὴν μὲν ἀρίστην ἐξελόμενος ἐδωρήσατο τοῖς τε φίλοις καὶ τοῖς ἐφʼ ἡγεμονίας τεταγμένοις, τὴν δʼ ἄλλην ἐμέρισεν ἐπʼ ἴσης ξένῳ τε καὶ πολίτῃ, συμπεριλαβὼν τῷ τῶν πολιτῶν ὀνόματι τοὺς ἠλευθερωμένους δούλους, οὓς ἐκάλει νεοπολίτας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi