Kitap 19
20.3
οἱ δὲ περὶ τὸν Σωκράτην, τῶν μὲν ἄλλων οὐδένα βοηθὸν ἔχοντες, τὴν δὲ τῶν ὑπερεχόντων ἀνάτασιν ὁρῶντες αὐξανομένην, ἡσυχίαν ἔσχον. καὶ Θηραμένην μὲν ἀπὸ τῶν βωμῶν ἀποσπάσαντες οἷς ἦν προστεταγμένον, διὰ μέσης τῆς ἀγορᾶς εἵλκυσαν ἐπὶ τὸν θάνατον·
9.4
ὁ γὰρ τῆς ἀκροπόλεως περίβολος ἐπίπεδος ὢν καὶ μέγας κρημνοῖς δυσπροσίτοις περιέχεται πανταχόθεν, ὥστε μηδαμῇ δύνασθαι μηχανὰς προσάγειν· ἔχει δὲ καὶ πλῆθος ὑδάτων, ἐξ οὗ κηπείας δαψιλεῖς κατεσκεύασαν, ὥστε τὴν ἐπίνοιαν τοῦ βασιλέως καὶ πρὸς ἀπόλαυσιν εἰρηνικὴν καὶ πρὸς ἀσφάλειαν πολέμου δόξαι καλῶς προεωρᾶσθαι.
20.4
οἱ δὲ πολλοὶ τὰ τῆς φρουρᾶς ὅπλα καταπεπληγμένοι συνήλγουν τῷ δυστυχοῦντι, καὶ τήν τε ἐκείνου συμφορὰν ἅμα καὶ τὴν περὶ σφᾶς δουλείαν ἐδάκρυον· τῶν γὰρ ταπεινῶν ἕκαστοι τὴν Θηραμένους ἀρετὴν θεωροῦντες οὕτω προπηλακιζομένην, τὴν περὶ αὑτοὺς ἀσθένειαν οὐδενὶ λόγῳ παραναλωθήσεσθαι διειλήφεισαν.
103.1
ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός. τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων.
20.5
μετὰ δὲ τὸν τούτου θάνατον οἱ τριάκοντα τοὺς πλουσίους ἐπιλεγόμενοι, τούτοις ψευδεῖς αἰτίας ἐπερρίπτουν, καὶ φονεύοντες τὰς οὐσίας διήρπαζον. ἀνεῖλον δὲ καὶ Νικήρατον τὸν Νικίου τοῦ στρατηγήσαντος ἐπὶ Συρακοσίους υἱόν, ἄνδρα πρὸς ἅπαντας ἐπιεικῆ καὶ φιλάνθρωπον, πλούτῳ δὲ καὶ δόξῃ σχεδὸν πρῶτον πάντων Ἀθηναίων·