Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

12.2 τούτων δʼ ὁ μὲν Πίθων τῆς Μηδίας, ὁ δʼ ἕτερος τῆς Βαβυλωνίας σατράπης ἀπεδέδεικτο, καθʼ ὃν καιρὸν ἡ δευτέρα διαίρεσις ἐγενήθη τῶν σατραπειῶν ἐν Τριπαραδείσῳ. οἱ δὲ περὶ Σέλευκον τοῖς μὲν βασιλεῦσιν ἔφασαν βούλεσθαι παρέχεσθαι χρείας, Εὐμενεῖ μέντοι γε μηδέποθʼ ὑπομενεῖν ποιοῦντας τὸ προσταττόμενον, οὗ Μακεδόνες συνελθόντες κατέγνωσαν θάνατον. πολλὰ δὲ πρὸς ταύτην τὴν προαίρεσιν διαλεχθέντες συνεξέπεμψαν παρʼ αὑτῶν πρεσβευτὴν πρὸς Ἀντιγένην καὶ τοὺς ἀργυράσπιδας, ἀξιοῦντες ἀφιστάναι τῆς ἡγεμονίας Εὐμενῆ.
12.3 τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις Εὐμενὴς ἐπαινέσας αὐτῶν τὴν προθυμίαν ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν κατεστρατοπέδευσε, τῆς Βαβυλῶνος ἀπέχων σταδίους τριακοσίους. καὶ πρόθεσιν μὲν εἶχεν εἰς Σοῦσα ποιεῖσθαι τὴν πορείαν, διανοούμενος τὰς ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις μεταπέμπεσθαι καὶ τοῖς βασιλικοῖς θησαυροῖς χρήσασθαι πρὸς τὰς κατεπειγούσας χρείας.
12.4 ἠναγκάζετο δὲ τὸν ποταμὸν διαβαίνειν διὰ τὸ τὴν μὲν κατόπιν χώραν προνενομεῦσθαι, τὴν δὲ πέραν ἀκέραιον εἶναι καὶ δαψιλεῖς δύνασθαι παρέχεσθαι τροφὰς τῷ στρατοπέδῳ.
12.5 συναγαγόντος οὖν αὐτοῦ πλοῖα πανταχόθεν πρὸς τὴν διάβασιν οἱ περὶ Σέλευκον καὶ Πίθωνα κατέπλευσαν δυσὶ μὲν τριήρεσι, κοντωτοῖς δὲ πλείοσιν· ἔτι γὰρ τὰ σκάφη ταῦτα περιῆν ἐκ τῶν ὑπʼ Ἀλεξάνδρου ναυπηγηθέντων περὶ Βαβυλῶνα.
13.1 ταῦτα δὲ προσαγαγόντες πρὸς τὴν ἔκβασιν πάλιν ἐπεχείρουν τοὺς Μακεδόνας πείθειν ἀποστῆσαι τὸν Εὐμενῆ τῆς στρατηγίας καὶ μὴ προάγειν καθʼ αὑτῶν ἄνδρα ξένον καὶ πλείστους Μακεδόνας ἀνῃρηκότα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi