Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

106.4 ἀπώλοντο δὲ καὶ τῶν ἐπιφανῶν Καρχηδονίων οὐκ ὀλίγοι, διʼ οὓς συνέβη τὴν πόλιν δημόσιον ἄρασθαι πένθος· εἰώθασι γάρ, ἐπειδὰν μείζων τις ἀτυχία γένηται περὶ τὴν πόλιν, μέλασι σακκίοις κατακαλύπτειν τὰ τείχη.
106.5 Ἀμίλκας δʼ ὁ στρατηγὸς ἀναλαβὼν τοὺς διασωθέντας ἐκ τοῦ χειμῶνος μισθοφόρους συνῆγε καὶ τῶν κατὰ Σικελίαν συμμάχων ἐστρατολόγει τοὺς εὐθέτους. παρέλαβε δὲ καὶ τὰς προϋπαρχούσας δυνάμεις καὶ πάντων τῶν εἰς πόλεμον εὐθέτων ἐπιμέλειαν ποιησάμενος ἐν ὑπαίθρῳ συνεῖχε τὰ στρατόπεδα, πεζοὺς μὲν ἔχων περὶ τοὺς τετρακισμυρίους, ἱππεῖς δὲ σχεδὸν πεντακισχιλίους. ταχὺ δὲ τὴν γεγενημένην ἀτυχίαν διορθωσάμενος καὶ δόξας ἀγαθὸς εἶναι τῶν μὲν συμμάχων τὰς ψυχὰς προκαταπεπληγμένας ἀνεκτήσατο, τοῖς δὲ πολεμίοις οὐ τὴν τυχοῦσαν ἀγωνίαν ἐπέστησεν.
107.1 Ἀγαθοκλῆς δὲ τὰς τῶν Καρχηδονίων δυνάμεις ὁρῶν ὑπερεχούσας τῶν ἑαυτοῦ διέλαβε τῶν τε φρουρίων οὐκ ὀλίγα μεταθήσεσθαι πρὸς τοὺς Φοίνικας καὶ τῶν πόλεων ὅσαι προσέκοπτον αὐτῷ.
107.2 μάλιστα δʼ εὐλαβεῖτο περὶ τῆς τῶν Γελῴων, πυνθανόμενος ἐν τῇ τούτων χώρᾳ πάσας εἶναι τὰς τῶν πολεμίων δυνάμεις. ἐγένετο δʼ αὐτῷ περὶ τοῦτον τὸν χρόνον καὶ περὶ τὸν στόλον οὐ μικρὸν ἐλάσσωμα· τῶν γὰρ νεῶν εἴκοσιν ἐπὶ τὸν πορθμὸν ὑποχείριοι τοῖς Καρχηδονίοις κατέστησαν σὺν αὐτοῖς ἀνδράσιν.
107.3 οὐ μὴν ἀλλὰ κρίνας τὴν τῶν Γελῴων πόλιν ἀσφαλίσασθαι φρουρᾷ, φανερῶς οὐκ ἐτόλμα δύναμιν εἰσαγαγεῖν, ἵνα μὴ φθάσαι συμβῇ τοὺς Γελῴους προφάσεως δεομένους καὶ τὴν πόλιν ἀποβάλῃ μεγάλας ἀφορμὰς αὐτῷ παρεχομένην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi