Kitap 19
93.6
πάντες οὖν συνεβούλευον μὴ διακινδυνεύειν πρὸς δύναμιν πολλαπλασίονα καὶ θηρίων πλῆθος, ἔτι δὲ στρατηγὸν ἀήττητον· εὐχερέστερον γὰρ πολλῷ διαγωνιεῖσθαι κατὰ τὴν Αἴγυπτον, ταῖς τε χορηγίαις ὑπερέχοντα καὶ τόπων ὀχυρότητι πιστεύοντα.
93.7
διὸ καὶ κρίνας ἐκλιπεῖν τὴν Συρίαν κατέσκαψε τὰς ἀξιολογωτάτας τῶν κεκρατημένων πόλεων, Ἄκην μὲν τῆς Φοινίκης Συρίας, Ἰόππην δὲ καὶ Σαμάρειαν καὶ Γάζαν τῆς Συρίας, αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν ἄγειν ἢ φέρειν ἐπανῆλθεν εἰς Αἴγυπτον.
94.1
Ἀντίγονος δʼ ἀκινδύνως ἀνακτησάμενος τήν τε Συρίαν πᾶσαν καὶ Φοινίκην ἐπεβάλετο στρατεύειν ἐπὶ τὴν χώραν τῶν Ἀράβων τῶν καλουμένων Ναβαταίων. κρίνας γὰρ τὸ ἔθνος τοῦτο τῶν ἑαυτοῦ πραγμάτων ἀλλότριον εἶναι, προεχειρίσατο τῶν αὑτοῦ φίλων Ἀθήναιον, δοὺς δʼ αὐτῷ πεζοὺς μὲν εὐζώνους τετρακισχιλίους, ἱππεῖς δὲ τοὺς ἐπιτηδείους εἰς δρόμον ἑξακοσίους συνέταξεν ἐπιθέσθαι τοῖς βαρβάροις ἄφνω καὶ τὴν λείαν πᾶσαν ἀποτεμέσθαι.
94.2
χρήσιμον δʼ ἐστὶ τῶν ἀγνοούντων ἕνεκα διελθεῖν τὰ νόμιμα τῶν Ἀράβων τούτων, οἷς χρώμενοι δοκοῦσι τὴν ἐλευθερίαν διαφυλάττειν. ἔχουσι τοίνυν τὸν βίον ὑπαίθριον, πατρίδα καλοῦντες τὴν ἀοίκητον τὴν μήτε ποταμοὺς ἔχουσαν μήτε κρήνας δαψιλεῖς, ἐξ ὧν δυνατὸν στρατόπεδον πολέμιον ὑδρεύσασθαι.
94.3
νόμος δʼ ἐστὶν αὐτοῖς μήτε σῖτον σπείρειν μήτε φυτεύειν μηδὲν φυτὸν καρποφόρον μήτε οἴνῳ χρᾶσθαι μήτε οἰκίαν κατασκευάζειν· ὃς δʼ ἂν παρὰ ταῦτα ποιῶν εὑρίσκηται, θάνατον αὐτῷ πρόστιμον εἶναι.