Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

90.2 τοιαύτης δʼ οὔσης τῆς περὶ αὐτὸν ὁρμῆς οἱ συνόντες φίλοι θεωροῦντες ὅτι μετʼ αὐτῶν μέν εἰσι παντελῶς ὀλίγοι συστρατεύοντες, τοῖς δὲ πολεμίοις ἐφʼ οὓς προάγουσι καὶ δυνάμεις ὑπάρχουσιν ἕτοιμοι μεγάλαι καὶ χορηγίαι λαμπραὶ καὶ συμμάχων πλῆθος, οὐ μετρίως ἠθύμουν.
90.3 οὓς ὁρῶν καταπεπληγμένους ὁ Σέλευκος παρεκάλει, διδάσκων ὅτι τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας καὶ διʼ ἀρετὴν ὑπʼ ἐκείνου προηγμένους προσήκει μὴ πάντως δυνάμει καὶ χρήμασι πεποιθότας ἀντέχεσθαι πραγμάτων, ἀλλʼ ἐμπειρίᾳ καὶ συνέσει, διʼ ὧν κἀκεῖνος τὰ μεγάλα καὶ παρὰ πᾶσι θαυμαζόμενα κατειργάσατο. πιστεύειν δὲ δεῖν καὶ ταῖς τῶν θεῶν προρρήσεσι τὸ τέλος ἔσεσθαι τῆς στρατείας ἄξιον τῆς ἐπιβολῆς·
90.4 ἐν μὲν γὰρ Βραγχίδαις αὐτοῦ χρηστηριαζομένου τὸν θεὸν προσαγορεῦσαι Σέλευκον βασιλέα, τὸν δὲ Ἀλέξανδρον καθʼ ὕπνον ἐπιστάντα φανερῶς διασημᾶναι περὶ τῆς ἐσομένης ἡγεμονίας, ἧς δεῖ τυχεῖν αὐτὸν προϊόντος τοῦ χρόνου.
90.5 πρὸς δὲ τούτοις ἀπεφαίνετο διότι πάντα γίνεται τὰ καλὰ καὶ παρʼ ἀνθρώποις θαυμαζόμενα διὰ πόνων καὶ κινδύνων. ἐπολιτεύετο δὲ καὶ πρὸς τοὺς συστρατεύοντας καὶ κατεσκεύαζεν αὑτὸν ἴσον ἅπασιν, ὥσθʼ ἕκαστον αἰδεῖσθαι καὶ τὸ παράβολον τῆς τόλμης ἑκουσίως ὑπομένειν.
91.1 ἐπεὶ δὲ προάγων κατήντησεν εἰς Μεσοποταμίαν, τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων οὓς μὲν ἔπεισεν, οὓς δʼ ἐβιάσατο συστρατεύειν αὐτῷ. ὡς δʼ εἰς τὴν Βαβυλωνίαν ἐνέβαλεν, οἱ πλείους τῶν ἐγχωρίων ἀπήντων καὶ προστιθέμενοι πᾶν ἔφασαν αὐτῷ τὸ δοκοῦν συμπράξειν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi