Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

84.7 συνείποντο δὲ καὶ πεζῶν οἱ βουληθέντες λιπεῖν τὰς τάξεις καὶ χωρὶς τῶν ὅπλων διασώζειν ἑαυτοὺς ἐλαφρούς. παραλλάσσοντος δὲ αὐτοῦ Γάζαν περὶ ἡλίου δύσιν ἀπολιπόντες τῶν ἱππέων τινὲς παρῆλθον εἰς τὴν πόλιν, ἐκκομίσαι βουλόμενοι τὰς ἀποσκευάς.
84.8 ἀνοιχθεισῶν οὖν τῶν πυλῶν καὶ πλήθους ὑποζυγίων ἀθροισθέντος, ἔτι δʼ ἑκάστου πρώτου σπεύδοντος ἐξαγαγεῖν τὰ σκευοφόρα τοσοῦτον θόρυβον γενέσθαι συνέβη περὶ τὰς πύλας ὥστε τῶν περὶ Πτολεμαῖον ἐπιόντων μηδένα δύνασθαι φθάσαι συγκλείσαντα. διόπερ εἰσπεσόντων τῶν πολεμίων ἐντὸς τοῦ τείχους ἡ πόλις ὑποχείριος ἐγένετο τοῖς περὶ Πτολε- μαῖον.
85.1 τῆς δὲ μάχης τοιοῦτο τὸ τέλος λαβούσης Δημήτριος μὲν διέτεινεν εἰς Ἄζωτον περὶ μέσας νύκτας, διελθὼν σταδίους ἑβδομήκοντα καὶ διακοσίους. ἐντεῦθεν δὲ κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἐξέπεμψεν, σπεύδων ἐκ παντὸς τρόπου τῆς ἐπιβαλλούσης κηδείας ἀξιῶσαι τοὺς τετελευτηκότας·
85.2 ἐτύγχανον γὰρ οἱ πλεῖστοι τῶν φίλων πεπτωκότες, ὧν ἦσαν ἐπιφανέστατοι Πίθων τε ὁ μετέχων τῆς στρατηγίας ἐπʼ ἴσης αὐτῷ καὶ Βοιωτὸς πολὺν χρόνον συνεζηκὼς Ἀντιγόνῳ τῷ πατρὶ καὶ μετεσχηκὼς παντὸς ἀπορρήτου·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi