Kitap 19
77.5
ὁ δὲ Κάσανδρος ἀγωνιῶν ὑπὲρ τῆς Χαλκίδος τὴν Ὠρεοῦ πολιορκίαν ἔλυσεν, εἰς δὲ τὴν Χαλκίδα παρῆλθεν καὶ τὰς δυνάμεις μετεπέμπετο. Ἀντίγονος δὲ πυθόμενος περὶ τὴν Εὔβοιαν ἐφεδρεύειν ἀλλήλοις τὰ στρατόπεδα, μετεπέμψατο τὸν Μήδιον εἰς τὴν Ἀσίαν μετὰ τοῦ στόλου, εὐθὺς δὲ καὶ τὰς δυνάμεις ἀναλαβὼν προῆγεν ἐφʼ Ἑλλησπόντῳ κατὰ τάχος, ὡς διαβησόμενος εἰς Μακεδονίαν, ὅπως ἢ μένοντος Κασάνδρου περὶ τὴν Εὔβοιαν αὐτὸς ἔρημον καταλάβῃ Μακεδονίαν τῶν ἀμυνομένων ἢ τῇ βασιλείᾳ βοηθῶν ἀποβάλῃ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα.
77.6
ὁ δὲ Κάσανδρος συνιδὼν τὴν ἐπίνοιαν αὐτοῦ Πλείσταρχον μὲν ἀπέλιπεν ἐπὶ τῆς ἐν Χαλκίδι φρουρᾶς, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας Ὠρωπὸν μὲν κατὰ κράτος εἷλε, Θηβαίους δʼ εἰς τὴν αὑτοῦ συμμαχίαν κατέστησεν· πρὸς δὲ τοὺς ἄλλους Βοιωτοὺς ἀνοχὰς ποιησάμενος καὶ καταλιπὼν ἐπὶ τῆς Ἑλλάδος στρατηγὸν Εὐπόλεμον ἀπῆλθεν εἰς Μακεδονίαν, ἀγωνιῶν περὶ τῆς τῶν πολεμίων διαβάσεως.
77.7
ὁ δʼ Ἀντίγονος ἐπειδὴ κατήντησεν εἰς τὴν Προποντίδα, διεπρεσβεύσατο πρὸς Βυζαντίους, ἀξιῶν μετέχειν τῆς συμμαχίας. παραγενομένων δὲ καὶ παρὰ Λυσιμάχου πρεσβευτῶν καὶ παρακαλούντων μηδὲν ποιεῖν μήτε κατʼ αὐτοῦ μήτε κατὰ Κασάνδρου τοῖς μὲν Βυζαντίοις ἔδοξε μένειν ἐφʼ ἡσυχίας καὶ τηρεῖν τὴν πρὸς ἀμφοτέρους εἰρήνην ἅμα καὶ φιλίαν. ὁ δʼ Ἀντίγονος δυσχρηστούμενος ἐπὶ τούτοις, ἅμα δὲ καὶ τῆς χειμερινῆς ὥρας συγκλειούσης διέδωκε τοὺς στρατιώτας κατὰ πόλι εἰς τὴν χειμασίαν.