Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

70.2 ὑφʼ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν οἱ μὲν περὶ τὴν πόλιν τάφρον ὤρυττον βαθεῖαν, οἱ δὲ ἀπὸ τῆς χώρας χάρακα παρεκόμιζον, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν κατεσκεύαζον, ἄλλοι δὲ περὶ τὰς ὁπλοποιίας καὶ τὴν κατασκευὴν τῶν ὀξυβελῶν καταπελτῶν ἐγίνοντο, πᾶσα δʼ ἡ πόλις ἐν ἔργοις καθειστήκει διά τε τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ διὰ τοὺς προσδοκωμένους κινδύνους·
70.3 διεβεβόητο γὰρ τό τε μέγεθος τῆς βασιλικῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν συνακολουθούντων ἐλεφάντων καὶ δοκούντων ἀνυπόστατον ἔχειν τήν τε ἀλκὴν καὶ τὴν τοῦ σώματος ὁρμήν.
70.4 ταχὺ δὲ πάντων εὐτρεπῶν γενομένων ὁ μὲν Πολυπέρχων ἧκε μετὰ πάσης τῆς δυνάμεως καὶ πλησίον τῆς πόλεως ἐστρατοπέδευσε δύο θέμενος παρεμβολάς, τὴν μὲν τῶν Μακεδόνων, τὴν δὲ τῶν συμμάχων. κατασκευάσας δὲ πύργους ξυλίνους ὑψηλοτέρους τῶν τειχῶν προσῆγε τῇ πόλει κατὰ τοὺς εὐθέτους τόπους καὶ βέλη παντοδαπὰ καὶ τοὺς ἀγωνιζομένους ἐπιστήσας ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἀντιτεταγμένους.
70.5 ἅμα δὲ τούτοις πραττομένοις διὰ τῶν μεταλλευόντων ὑπορύξας τὰ τείχη καὶ τὰς στήριγγας ἐμπρήσας κατέβαλε τρεῖς πύργους τοὺς μεγίστους καὶ μεσοπύργια τὰ ἴσα. μεγάλου δὲ τοῦ πτώματος καὶ παραδόξου γενομένου τὸ μὲν πλῆθος τῶν Μακεδόνων ἀνεβόησεν, οἱ δὲ κατὰ τὴν πόλιν διὰ τὴν δεινότητα τῆς πράξεως κατεπλάγησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi