Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

54.4 ταῦτα δʼ ἔπραττε προσποιούμενος διὰ τὴν πρὸς Ἀντίπατρον φιλίαν συνεργεῖν, τῇ δʼ ἀληθείᾳ βουλόμενος τοὺς περὶ Πολυπέρχοντα πολλοὺς καὶ μεγάλους περισπασμοὺς ἔχειν, ὅπως αὐτὸς ἀκινδύνως τὴν Ἀσίαν ἐπέλθῃ καὶ τὴν τῶν ὅλων ἡγεμονίαν εἰς αὑτὸν περιστήσῃ.
55.1 ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Μακεδονίαν Πολυπέρχων ὁ τῶν βασιλέων ἐπιμελητὴς μετὰ τὴν ἀπαλλαγὴν τοῦ Κασάνδρου προεώρα μὲν τὸ μέγεθος τοῦ πρὸς Κάσανδρον ἐσομένου πολέμου, οὐδὲν δʼ ἄνευ τῆς τῶν φίλων γνώμης κρίνων πράττειν συνήγαγε τούς τε ἡγεμόνας ἅπαντας καὶ τῶν ἄλλων Μακεδόνων τοὺς ἀξιολογωτάτους.
55.2 φανεροῦ δʼ ὄντος ὅτι Κάσανδρος μὲν σωματοποιηθεὶς ὑπʼ Ἀντιγόνου τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀνθέξεται διὰ τὸ τὰς μὲν αὐτῶν πατρικαῖς φρουραῖς φυλάττεσθαι, τὰς δʼ ὑπʼ ὀλιγαρχιῶν διοικεῖσθαι, κυριευομένας ὑπὸ τῶν Ἀντιπάτρου φίλων καὶ ξένων, πρὸς δὲ τούτοις συμμαχήσειν τῷ Κασάνδρῳ Πτολεμαῖόν τε τὸν Αἰγύπτου κρατοῦντα καὶ Ἀντίγονον τὸν φανερῶς ἤδη γενόμενον ἀποστάτην τῶν βασιλέων, ἀμφοτέρους δὲ καὶ δυνάμεις μεγάλας καὶ χρημάτων ἔχειν πλῆθος, ἔτι δὲ πολλῶν ἐθνῶν καὶ πόλεων ἀξιολόγων κυριεύειν — προτεθείσης οὖν βουλῆς πῶς τούτοις πολεμητέον ἐστὶ καὶ πολλῶν καὶ ποικίλων λόγων περὶ τοῦ πολέμου ῥηθέντων ἔδοξεν αὐτοῖς τὰς μὲν κατὰ τὴν Ἑλλάδα πόλεις ἐλευθεροῦν, τὰς δʼ ἐν αὐταῖς ὀλιγαρχίας καθεσταμένας ὑπʼ Ἀντιπάτρου καταλύειν·
55.3 οὕτως γὰρ ἂν μάλιστα τὸν μὲν Κάσανδρον ταπεινώσειν, ἑαυτοῖς δὲ μεγάλην δόξαν καὶ πολλὰς συμμαχίας ἀξιολόγους περιποιήσειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi