Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

53.7 τέλος δὲ ἐν ὀλίγαις ἡμέραις χωρὶς τῶν ἐν τῷ φρουρίῳ συμπεπολιορκημένων φίλων πεντακοσίων ἔσχε στρατιώτας ἐθελοντὶ ὑπακούοντας πλείους τῶν δισχιλίων. τῆς τύχης δʼ αὐτῷ συνεργούσης τηλικαύτην ἔλαβεν αὔξησιν ὥστε παραλαβεῖν τὰς βασιλικὰς δυνάμεις καὶ προστῆναι τῶν βασιλέων πρὸς τοὺς καταλύειν αὐτῶν τὴν ἀρχὴν τετολμηκότας. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἀκριβέστερον διέξιμεν ἐν τοῖς οἰκείοις καιροῖς.
54.1 νυνὶ δʼ ἀρκούντως τὰ κατὰ τὴν Ἀσίαν διεληλυθότες μεταβησόμεθα πρὸς τὰς κατὰ τὴν Εὐρώπην συντελεσθείσας πράξεις. Κάσανδρος γὰρ ἀποτετευχὼς τῆς κατὰ τὴν Μακεδονίαν ἡγεμονίας οὐκ ἔπτηξεν, ἀλλʼ ἔκρινεν ἀντέχεσθαι ταύτης, αἰσχρὸν εἶναι διαλαμβάνων τὴν τοῦ πατρὸς ἀρχὴν ὑφʼ ἑτέρων διοικεῖσθαι.
54.2 ὁρῶν δὲ τὴν τῶν Μακεδόνων ὁρμὴν κεκλιμένην πρὸς τὸν Πολυπέρχοντα τῶν μὲν φίλων οἷς ἐπίστευε κατʼ ἰδίαν προσδιαλεγόμενος ἐξέπεμπεν ἐπὶ τὸν Ἑλλήσποντον ἀνυπόπτως, αὐτὸς δʼ ἐφʼ ἡμέρας τινὰς σχολάσας ἐπὶ τῆς χώρας καὶ κυνήγια συνιστάμενος ἐγέννησε περὶ αὑτοῦ διάληψιν ὡς οὐκ ἀντιποιούμενος τῆς ἀρχῆς.
54.3 ὡς δʼ εὐτρεπῆ πάντα ἦν αὐτῷ τὰ πρὸς τὴν ἀποδημίαν, ἔλαθεν ἀναζεύξας ἐκ τῆς Μακεδονίας. καταντήσας δʼ εἰς τὴν Χερρόνησον κἀκεῖθεν ἀναζεύξας παρῆλθεν εἰς Ἑλλήσποντον. διαπλεύσας δʼ εἰς τὴν Ἀσίαν πρὸς Ἀντίγονον ἠξίου βοηθεῖν αὐτῷ, φήσας καὶ Πτολεμαῖον ἐπηγγέλθαι συμμαχήσειν. ὁ δʼ Ἀντίγονος προθύμως αὐτὸν προσδεξάμενος ἐπηγγείλατο πάντα συμπράξειν προθύμως αὐτῷ καὶ δύναμιν παραχρῆμα δώσειν πεζικήν τε καὶ ναυτικήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi